Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 39
Not analysed yet
Δαρεῖος ὁ υἱὸς Ἀρσάμου, ὃν ὁ Μακεδὼν καθεῖλεν Ἀλέξανδρος, προσαχθείσης αὐτῷ κύλικος ὑπὸ Βαγώου τοῦ εὐνούχου, ἠνάγκασεν αὐτὸν πιεῖν, καὶ πιὼν ὁ Βαγώας ἀπέθανεν. 2. Ὅτι κατὰ τοὺς Ἀβραὰμ χρόνους Νῖνος καὶ Σεμίραμις ἐβασίλευον. Φαρᾳὼ τινὸς βασιλέως Αἰγύπτου πολλοὺς τῶν προσοίκων καταγωνισαμένου, καὶ τοὺς λῃστρικοὺς ἄνδρας μεταρρυθμίσαντος πρὸς τὸ φιλάνθρωπον, καὶ οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου εἰς τιμὴν ἐκείνου Φαραὼ ἐκαλοῦντο. Ἐβασίλευσαν ἐν Αἰγύπτῳ καὶ οἱ καλούμενοι ποιμένες· κατάγεσθαι δὲ δοκοῦσιν ἀπὸ τῶν υἱῶν Ἰακὼβ ὄντων ποιμένων.