Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 48
Not analysed yet
Ὅτι Κύντιος Κικιννάτος ὁ δικτάτωρ πολλαῖς μὲν καὶ πρότερον ἐνήθλησε στρατιαῖς, ἀρχαῖς τε καὶ τιμαῖς Ῥωμαῖκαῖς πολλάκις κεκοσμημένος. Οὕτω δὲ ἦν μέτριος καὶ σώφρων, ὡς ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν, τὸν αὐτοῦρόν τε ἀγαπᾶν βίον. Ὃς δικτάτωρ προβαλλόμενος ἔτυχε πρὸς ἀρότρῳ πονούμενος, ὅτε ἀφίκοντο πρὸς αὐτὸν οἱ τὰ παράσημα τῆς ἀρχῆς κομίζοντες· ἀπονιψάμενός τε [καὶ δεξάμενος] τὰ σύμβολα* πρὸ ἑστιάσεως ἅμα τῇ οἰκείᾳ δυνάμει τοῖς πολεμίοις ἐπιγίνεται φόνον τε πολὺν τῶν ἐναντίων ἐργασάμενος ἐπάνεισιν ἑκκαιδεκάτῃ μετὰ τὴν ἔξοδον ἡμέρᾳ, τοὺς μὲν οἰκείους τοῦ περιστάντος κινδύνου λυσάμενος, τὸν δὲ τῶν πολεμίων διαρπάσας χάρακα· καὶ τὸν στρατηγὸν τῶν Ἐκανῶν δέσμιον ἐπὶ τὴν πομπὴν κατάγει τὴν ἐπινίκιον.