Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 49
Not analysed yet
«Ὅτι Κελτοὶ κατὰ Ῥωμαίων ἐστράτευσαν. Ἀνὴρ δέ τις τῶν Κελτῶν ἡγεμονικὸς, τό τε σῶμα εὐπρεπὴς καὶ τὸν θυμὸν ἀλκιμώτατος, προελθὼν τοῦ οἰκείου πλήθους ἐς μονομαχίαν προὐκαλεῖτο τῶν ἐναντίων τὸν ἄριστον. Βαλέριος δέ τις ἡγεμὼν φάλαγγος ὑπέστη τὸ ἀγώνισμα, καὶ θείᾳ δέ τινι μοίρᾳ κατὰ γνώμην ἀποβάντος ἔτυχε τοῦ βουλεύματος. Ἐπεὶ γὰρ προῆλθε τοῦ οἰκείου τάγματος ὁπλισάμενος, κόραξ προσιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸς βραχίονι· ἀντιπρόσωπος δὲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενος, καὶ τοῖς τε ὄνυξιν ἀμύττων τὸ πρόσωπον καὶ τοῖς πτέρυξιν ἐπικαλύπτων τοὺς ὀφθαλμοὺς ἀφύλακτον τῷ Βαλερίῳ τὸν πολέμιον παραδέδωκεν· ὁμοῦ τήν τε νίκην τῷ ἀνδρὶ καὶ τὴν ἀπὸ τοῦ συμβεβηκότος ἐπωνυμίαν χαρισάμενος. Κορβῖνος γὰρ δὴ τοὐντεῦθεν ἐπεκλήθη, τῆς τε μαρτυρηθείσης ἀρετῆς ἕνεκα παρὰ τὰ καθεστηκότα Ῥωμαίοις νόμιμα τῆς ὑπατικῆς ἀρχῆς ἔτι μειράκιον ὢν τυγχάνει.»