Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 50
Not analysed yet
Ὅτι Μάρκελλος καὶ Σκιπίων οἱ ὕπατοι (222 a. C.) μετὰ τὴν νίκην τὴν κατὰ Γαλατῶν** —Κατὰ τὸν αὐτὸν καιρὸν (265 a. C.) καὶ Οὐολσινίους δόλῳ κρατηθέντας τε καὶ αἰκιζομένους πικρῶς ἠλευθέρωσαν. Οἱ γὰρ ταύτην οἰκοῦντες τὴν χώραν, ἐν πολλῇ τρυφῇ τοῦ σώματος διαιτώμενοι, ταῦτα χειρίζειν ἐπέτρεψαν. Ἐπειδὰν δὲ δυνάμεως ἐπελάβοντο, πρῶτα μὲν τὰς ἑαυτῶν δεσποίνας πρὸς βίον κατῄσχυναν· ἔπειτα τοῖς δεσπόταις χεῖρας ἐπιβαλόντες τοὺς μὲν ὡς ἔτυχε διαφθείροντες, τοὺς δὲ τιμωρίαις αἰσχίσταις ὁποβαλόντες κατηνάλωσαν.