Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 7-2
Not analysed yet
Ὁ δ ̓ Ἰωάννης χρονικὸς ἀλληγορῶν που λέγει· Πενθεύς τε καὶ ὁ Λάβδακος, μᾶλλον δὲ Πενθεὺς πλέον, ἀνῃρημένων τῶν λοιπῶν ἐγγόνων τῶν τοῦ Κάδμου, τοῦ μὲν Ἀκταίωνος αὐτοῦ ὑπὸ κυνῶν ἰδίων, Λεάρχου Μελικέρτου δὲ παρὰ πατρὸς μητρός τε, εἶχεν ἐλπίδα κατασχεῖν τὰ σκῆπτρα καὶ τοὺς θρόνους. Ὡς δ ̓ ἤκουσε Διόνυσον ἔγγονον νόθον Κάδμου ἀντιποιεῖσθαι τῆς ἀρχῆς, δεσμεῖ κρατήσας τοῦτον. Λύσας λιταῖς δὲ τῆς μητρὸς κτείνεται δόλοις τούτου. Διόπερ μῦθον ἔπλασαν, ἐκ τῆς μητρὸς κτανθῆναι.