Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 70
Not analysed yet
Πομπήιος. «Ὅτι Πομπήιος ὁ μέγας ἐπικληθεὶς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. Καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτομαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρπάσαι, καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. Ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθεὶς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. Ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. Ὁ δὲ Πομπήιος ἐπὶ Τιγράνην ἄγει τὴν ὁτρατιάν. Ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐ λυσιτελὲς ἡγησάμενος ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήιον, καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελὼν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. Οὗς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήιος ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀποδίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ, τά τε ἅλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν· ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο, καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ (δήμῳ καταβαλεῖν Wolf.) ,ἄτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. Μετὰ ταῦτα Ἀλβανοὺς ὑπέταξε, καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην (1. Ἀρτάκην) φεύγειν ἠνάγκασε, καὶ τὴν μικρὰν Ἀρμενίαν Δηιοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο, Ἄτταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μιθριδάτου. Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. Ἐφ ̓ οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο, καὶ Ἐουδαίους τρίτῳ μηνὶ παρεστήσατο. Ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀναθημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν. Ὑρκανὸν γὰρ εἰς τὴν Ῥωμαίων ἐξέπεμψεν δέσμιον.»