Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 71
Not analysed yet
Ὅτι Λούκιος Σέργιος Κατιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπιφανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλοπράγμων, καὶ τὸ ἦθος ποικίλος, ἐπ ̓ ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶν εἰς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. Λέγεται γὰρ ἄνθρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων εἰς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας τῷ τοιῷδε ὅρκῳ, εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ὅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι, καὶ μεταγαγεῖν τὴν πολιτείαν εἰς τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πόλεως μηχανώμενος. Ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον εἰς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων νικῶντα τὰ τίμημα τῆς οὐσίας, καὶ [τὸ] συνειδὸς ἐκθέσμων καὶ μυσαρῶν πράξεων. Τόν τε γὰρ υἱὸν ἔτι παῖδα ὄντα τοῦ τῆς Ὀρεστίλλης ἕνεκα γάμου διέφθειρε, καὶ θυγατρὶ παρθένῳ συνελθών ἕνεκα γάμου διέφθειρε, καὶ θυγατρὶ παρθένῳ συνελθών. Δι ̓ ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱρεθέντος. Ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ὁ Κατιλῖνος ἐπὶ νοῦν ἐβάλετο, οὐδαμοῦ τῶν κακῶν ἱστάμενος, οὐδὲ ἀναπαύων τὴν γνώμην. Οὐ μὴ ἀλλὰ ὁ Κικέρων, εἰπεῖν τε δεινὸς ὢν καὶ τὸ ἀληθὲς ἀνευρεῖν ἱκανὸς, γνῶναί τε τὸ μέλλον ὀξύτατος, πολέμιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως. Ὁ μὲν γὰρ οὐχ ὑπομείνας τοὺς ἐλέγχους, φεύγων ὡς Μάνλιον τὸν συνωμότην ᾤχετο, συχνὰς ἤδη δυνάμεις περί τε Ἀπουλίαν καὶ Τυρρηνίαν ἠθροικότα. Οἱ δὲ κοινωνήσαντες αὐτῷ τῶν κατὰ τῆς Ῥώμης βουλευμάτων, δίκης τῆς προσηκούσης ἐς τὸ δεσμωτήριον ἔτυχον.