Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 72.1
Not analysed yet
Ὅτι Κάσσιος ὁ ταμίας πρῶτος τὸν τοῦ Καίσαρος φόνον ἐπὶ νοῦν ἐβάλλετο, τοὺς περὶ Βροῦτον εἰς τὴν τοῦ ἔργου κοινωνίαν προελόμενος. Μετὰ δὲ τὴν τοῦ Κράσσου συμφορὰν, ὁ πολιτικὸς διεδέξατο πόλεμος, ἐπάρατός τε καὶ πολλῶν δακρύων γεγονὼς αἴτιος. Ὅτι δὴ πρὸς ταῖς ἄλλαις ταῖς κατ ̓ αὐτὸν συμβεβηκυίαις συμφοραῖς καὶ ἡ τύχη τοῦ δήμου ἐκ τοῦ ἡγεμονικοῦ μετέστη πρὸς τὸ ὑπήκοον. Γάῖος δὴ Καῖσαρ ἀναστρέφων ἐκ τῆς Γαλατίας, πολλῶν τε καὶ ἀλκίμων ἐθνῶν νικητὴς, ὑπατείαν ἐπήγγειλεν, ἀναμφιλόγως οἱ διὰ τῶν πεπραγμένων προστεθήσεσθαι ταύτην ὑπολαμβάνων. Ἀντειπόντων δὲ τῇ ἐξαιτήσει Μαρκέλλου τε τοῦ ὑπάτου καὶ Βιβούλου, ἔτι τε Πομπηίου καὶ τοῦ φιλοσόφου Κάτωνος, ἐπανιέναι πρὸς τὴν πόλιν, τὰς δυνάμεις διαφεὶς, παρατάττεται. (2) Οἱ δὲ οὐχ ὑπατείαν, ἀλλὰ θριάμβου καταγωγὴν αἰτοῦντι τῷ Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς· Κουρίωνος δὲ τοὺ κατ ̓ ἐκεῖνο δημαρχοῦντος μόνου ψηφισαμένου, διαλύει μὲν τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ὁ Καῖσαρ, θυμωθεὶς δὲ πολέμια κατὰ τῆς βουλῆς φρονεῖν ἤρξατο. (3) Ἄρα δὲ ἐξ Ἀριμινοῦ πόλεως, οὗ τὰς δυνάμεις εἶχεν ἠθροισμένας, συντεταγμένην ἐπῆγε τῇ πόλει τὴν στρατιάν. Οἱ δὲ ὕπατοι καὶ ὁ Πομπήιος ἅμα τῇ βουλῇ καὶ παντὶ τῶν ἀστῶν γνωριμωτέρῳ, καταδείσαντες τὴν τοῦ Καίσαρος ὁρμὴν, τὴν μὲν πόλιν ἐκλείπουσιν, ἐς δὲ τὴν Μακεδονίαν καὶ τὴν Ἤπειρον φεύγοντες ᾤχοντο. (4) Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνάμεις ἤθροιζε, καὶ τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο. Καῖσαρ δὲ παρελθὼν εἰς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν δικτάτωρα, τούς τε δημοσίους θησαυροὺς ἀναρρήξας εἰς τοὺς στρατιώτας ἐκένωσεν, καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνάμεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο κατὰ νώτου πολέμιος. 5. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βρεντήσιον στρατοπεδεύσας, ἐς χεῖρας τῶ Καίσαρι γίνεται. Διαμαρτήσας δὲ τῆς ἐλπίδος, αὖθις ἐπὶ τὸ Δυρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον, ἅπαντα τὰ τοῦ πολέμου παρεσκευάζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ πολέμῳ (πολεμίῳ̣) ἕνεκεν σημείων τινῶν. 6. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι πρὸς τὴν κατ ̓ ἀλλήλων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγαγοῦσα, προεκάθητο τῶν πραττομένων· αὐτός τε Καῖσαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. 7. Τρεῖς δ ̓ οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖσαρ καταγωνισάμενος, ὑφ ̓ ἡγεμόσι ταττομένας Λουκίῳ τε Ἀφρανίῳ καὶ Μάρκῳ Πετρονίῳ (1. Πετρηίῳ) καὶ Μάρκῳ Βάρωνι, ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης ἐλθὼν τῷ Πομπηίῳ φεύγει τὸ πρῶτον ἐλαττωθεὶς, καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν· οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακὸν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ ἔργῳ, τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσε, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ δεῖ παρεσκεύασε, κατὰ σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προελόμενον. Φασὶ γοῦν τὸν Καίσαρα παρ ̓ ὅσον ἦλθε κινδύνου λογιζόμενον, πολλάκις εἰπεῖν, ὡς μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι τοῖς ἐναντίοις ἁλώσιμος. Μετὰ δὲ τοῦτο, πόλεως Θεσσαλικῆς Φαρσάλου πλησίον, μεγάλας αὖθις ἑκάτεροι δυνάμεις ἀγείραντες, συνῄεσαν. Πομπηίῳ μὲν οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι, καθ ̓ ἑκάτερον τῶν κεράτων νενεμημένοι· πρὸς δὲ τούτοις τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικὸν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον ὂν, (??)υνετάττοντο· ἐν [οἷς] στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρατοπέδων ἐξηγησάμενοι, καὶ πολλοὺς διαπεπραγμένοι πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. Οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαίκαὶ συνῆλθον ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμενα· αἳ ῥαδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς γῆς ὑποκύψαι Ῥωμαίοις ἠνάγκασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχθησαν. 8. Τότε δ ̓ οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐδέτεροι διά τε ἀρετὴν καὶ τὴν εἰς τοὺς ἐναντίους ἀπέχθειαν εἴκοντες. Πολλῆς τε διαφθορᾶς ἀφ ̓ ἑκατέρων γενομένης, τέλος οἱ περὶ τὸν Πομπήιον ὀλίγοις ἅμα τῶν ἑταίρων καὶ τοῖς φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλαβεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πατέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν. 9. Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ Χίου, πονηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυχούντων· πρὶν καταπλεῦσαι μηδὲν [μήτ ̓ εἰπόντα] μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. Ὡς γὰρ ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα καὶ ἀπώλετο. Ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ Πτολεμαῖος ἀσέβημα, τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. 10. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πολέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμάνος. Ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. Ἀνοιχθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀναφαίνεται, καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις, κατ ̓ αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. Μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρικωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν, Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον βασιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος ἐγνωσμένῃ. Φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. Ἐνδημοῦντος δὲ διὰ ταύτην τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε τὸ πλῆθος, ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχωρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν ὅπλων ἐντεῦθεν διαφθαρῆναι. 11. Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖθις νεωτερίζειν ἀρξάμενον. Ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ ̓ αὐτὸν, καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἥν αὐτὸς πρότερον τὸν παρέρα συνήλασεν. 12. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν, καὶ κοινωνὸν τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ, πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος, τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δωρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε τῶν ἀναγκαίων ἐπιμελητὰς, καὶ ἱερεῖς ὑπὲρ τὸ νενομισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγηρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπεραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαῖκῆς εὐγενείας συνελθὸν, συμμάχω τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων, ἀνενεοῦτο τὸν πόλεμον. 13. Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥωμαίων Πόπλιος Κορνήλιος, Σκιπίωνος Ἀφρικανοῦ γεγονὼς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρκος Πετρήιος καὶ Κόϊντος Βάρος, καὶ Μάρκος Πόρκιος Κάτων ὁ φιλόσοφος, καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς ὤν· οἷς ἀντιταξάμενος ὁ Καῖσαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πραττομένων τύχας, κρατεῖ παντάπασιν· ὡς Κάτωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυγατρὶ Πομπηίου, πρὸς αὐτοῦ διαφθαρῆναι τοῦ Καίσαρος. 14. Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάϊος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν, εὐθὺ [ἐπὶ] τὰς Ἰβηρίας ἐχώρει. Οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυτοῖς τε καὶ τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σεξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις, ἀνενεοῦντο τὸν πόλεμον. Ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι· ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον γίνεται· καθ ̓ ἥν φασι παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, ὡς παρερρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ ̓ ἑαυτοῦ τὸ ξίφος, τεθνάναι βουλόμενον πρὶν μετὰ τοσήνδε τῶν πολεμικῶν ἔργων δόξαν, ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. Ἀνακαλεσάμενος δὲ ὅμως τοὺς φεύγοντας, καὶ τὰς τάξεις ἀνανεωσάμενος, ἐπιπίπτει τοῖς ἐναντίοις, καὶ κρατεῖ περιφανῶς. Τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρεσβύτερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. 15. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολεμίων (1. πολέμων) κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος, καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευθερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. Ἐπεὶ γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐτὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καὶ, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε, ἀληθέστερον εἰπεῖν, τυραννικοῖς χαίρων δῆλος ἦν ἐπιτηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδριάντας καὶ ἀνιδρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς, διὰ τὴν ὑπὲρ ἄνθρωπον δύναμιν θεὸς ὠνομάσθη. Εἰσὶ δὲ ἀπὸ τῶν Τρωῖκῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνιαυτοὶ χίλιοι ρκδʹ. 16. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον διεγέντο, βουλεύουσι κατ ̓ αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσήκοντος καὶ μίσει τοῦ προτετιμημένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ ̓ αὐτοῦ σύστασιν βεβαιωσάμενοι. Ἐνῆγον δὲ ἄρα μάλιστα πάντων τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵματος ἀνέφερον τὴν ἀρχὴν, [ὃς] τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω χρόνοις ἐκβαλὼν, πρῶτος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. 17. Καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς, ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ τὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι γένος, ἀνελόντι τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ ̓ οὗ τὸ γένος εἰς τού(??)δε καθήκειν. Μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλοσόφου Κάτωνος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος, θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ**. 18. Ἐπὶ δὲ τοῖς Βρούτοις Γάϊος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ Παρθυαίους συστρατευσάμενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπάσαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος δὲ τοῦ καιροῦ, καθ ̓ ὃν ἔδει τὴν βουλὴν συνελθοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον, μεθέξων τῶν γινομένων. Ὡς δὲ τὰ ξίφη διεκόμισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀναστάντες καὶ περιστάντες τὸν Καίσαρα κατετίτρωσκον. Ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώθει τοὺς ἐπιόντας, καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦτον γυμνῷ τῷ ξίφει ἐπ ̓ αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέδωκε παίειν τὸ σῶμα. Τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀναδεξάμενος ἀναλίσκεται, ἐτῶν (δὲ) τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων.