Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 72a
Not analysed yet
Ἡ Πτολεμαίου σύναιμις, δέσποινα Κλεοπάτρα . . . αὕτη σὺν ἀρχιτέκτονι Κυπρίῳ Δεξιφάνει τὴν θάλασσαν χερσώσασα τὴν τῆς Ἀλεξανδρείας ὅσον πρὸς τετραστάδιον, εἴτε μικρόν τι πλέον, τὸν πύργον ἐξειργάσατο τὸν μέγιστον τῆς Φάρου, ὁλκάσι φῶς σωτήριον μᾶλλον ἐν ζάλῃ φαίνειν. Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας, Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις, Διόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις, καὶ Ἰωάννης μετ ̓ αὐτοὺς Ἀντιοχεὺς ὑστέρως.