Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 83
Not analysed yet
Γάϊος τὰς δύο ἀδελφὰς αὐτοῦ διεπαρθένευσεν. Ἰδὼν δὲ πηλὸν ἐν στενωπῷ, ἐκέλευσεν ἀχθῆναι Οὐεσπασιανὸν, [τότε ἀγορανόμον] ὄντα, καὶ ἐμβληθῆναι τὸν πηλὸν εἰς τὸν κόλπον αὐτοῦ. Οὗτος κυβεύων ποτὲ ἐν Γαλλίαις, καὶ μαθὼν ὡς οὐκ ἔστιν αὐτῷ ἀργύριον, ἀναστὰς ἐκέλευσε πολλοὺς πλουσίους ἀναιρεθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπνε, «Ἐν ᾧ ὑμεῖς περὶ ὀλίγου φιλονεικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.» Ἐλέγετο δὲ Καλλιγόλας, ὅτι ἐκ μικρᾶς ἡλικίας ἐν τῷ στρατοπέδῳ τὰ πολλὰ ἐτρέφετο, καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν· ἐκ τῶν καλλίγων οὖν Καλλιγόλας ἐλέγετο.