Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 84
Not analysed yet
Ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν ἱπποδρομίῳ, καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, καίτοι χιλιαρχίας παρ ̓ αὐτοῦ πεπιστευμένοι, συνωμόσαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε δφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχόμενον, ὅτε δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. Καὶ τὰ μὲν Γαίου τοιαῦτα, τρισὶν ἔτεσι καὶ μησὶ θʹ, ἡμέρας τε ηʹ καὶ κʹ βασιλεύσαντος. Καὶ αὐτὸς τοῖς ἔργοις, ὡς οὐκ ἦν θεὸς, ἐξέμαθεν. Ὑφ ̓ ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο· καὶ ὑφ ̓ ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. Οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ ἐστασίαζον, ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. Τούτων δὲ περὶ τὸν Γίϊον πραττομένων, Σέντιός τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα εἰς τὸ Καπιτώλιον μετεκόμισαν, φυλακάς τε τοὺς πλείους τῆς γερουσίας ἐπέστησαν, καὶ στρατιώτας ἱκανοὺς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. Οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χαιρέαν τὸ πρακτέον ἐσκοποῦντο.