Ancient Greek
86 to 87
JOANNES ANTIOCHENUS, Fragmenta 86-87
Not analysed yet
Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χαιρέαν καί τινας ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαίου θάνατον ἡσθεὶς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. Οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ ̓ ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. Κλαύδιος δειλὸς ὢν πάντας τοὺς προσιόντας αὐτῷ [ἐποίησεν] ἀνερευνᾶσθαι, μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι παρεστήκεσαν αὐτῷ.