Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 88
Not analysed yet
Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομαχίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δορυαλώτων καὶ κατακριτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. Ταῖς τε τῆς γαμετῆς Βαλερίας Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος, συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς διέφθειρεν. Ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ ̓ αἵματος. Καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο,τοῦ μὲν ἀβασανίστως τὰς διαβολὰς δεχομένου, τῆς δὲ ἀφ ̓ ἑτέρου εἰς ἕτερον ἀγούσης τὸν Κλαύδιον, τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης. Τὰς γοῦν δύω ἀδελφὰς διαβληθείσας ἀνεῖλεν, αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρτηκότας. Ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλίνα ἐποιεῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμένους μηνῦσαι τῶν ὑπ ̓ αὐτῆς πραττομένων, οὓς μὲν εὐεργεσίαις, οὓς δὲ τιμωρίαις προκατελάμβανεν, ὡς οὐ τὴν πολιτείαν μόνην ὑπ ̓ αὐτῆς διοικεῖσθαι, ἀλλὰ καὶ τὰς στρατείας καὶ ἐπιτροπείας πάντα τε [τἄλλα] ἀφειδῶς πωλεῖν καὶ καπηλεύειν. Ἐξ οὗπερ ἀναγκασθῆναι τὸν Κλαύδιον, εἰς τὸ ἄρειον πεδίον τοῦ πλήθους συνελθόντος, τὰς τιμὰς διατάξαι. Οὐ μὴν ἀλλὰ καὶ αὐτή γε, εἰς πᾶν ἀκολασίας τε καὶ ὠμότητος προελθοῦσα, καὶ μιγνυμένη μὲν ἀναίδην οἷς ἐπιθυμήσειεν, ἀναιροῦσα δὲ καὶ τῶν ὁμιλούντων αὐτῇ συχνοὺς, μόλις πρὸς τοῦ Κλαυδίου τῆς ἀτοπίας αἰσθομένου διαφθείρεται. Ἐπεὶ γὰρ οὐκ ἀπέχρησεν αὐτῇ μοιχεύεσθαι πολλάκις καὶ ἐπὶ οἰκήματος σὺν ταῖς ἄλλαις τῶν ἐπιφανῶν γυναιξὶ καθεζομένῃ, ἀλλ ̓ ἐπεθύμησε κατὰ νόμον δὴ καὶ συμβόλαια πλείοσι συνοικεῖν ἀνδράσιν, ἐνταῦθα καταμηνυθεῖσα τῷ Κλαυδίῳ πρὸς Ναρκίσσου τινὸς ἀπελευθέρου τοῦ βασιλέως ἀναιρεῖται, τῶν μὲν βασιλείων ἐξωσθεῖσα, περὶ δὲ τοὺς Ἀσιατικοῦ κήπους πλανωμένη, ὧν ἕνεκα τὸν δείλαιον Ἀσιατικὸν μικρῷ πρόσθεν ἀπολωλέκει. Μεθ ̓ ἣν καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρίσαντά τινα τῶν ἐν ἀξιώσει διέφθειρεν.