Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 89
Not analysed yet
Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. Αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη, ἐν τοῖς καλουμένοις μύκησιν ἐνέβαλεν. Ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπεβουλεύθη. Καὶ ἐν μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθης ἐξεκομίσθη, διὰ δὲ τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ, ἡμέρας ιγʹ, αὐταρχήσας δὲ ἔτη ιʹ καὶ γʹ. Ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη [μὴ] παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ [ἂν] ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. Ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη, παρὰ τῷ Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. Καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι ̓ ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται.