Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 97
Not analysed yet
Ὅτι Βιτέλλιος βασιλεύσας τραχέως τε καὶ λίαν ἐπαχθῶς ἡγεῖτο, καὶ πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον, καὶ οὐχ ἥκιστα τῷ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως ἔχειν. Πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς σῖτον ᾑρεῖτο, καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. Δέκα γὰρ δὴ μυριάδας σταθμοῦ ἀργυρίου ἐπὶ δισχιλίαις καὶ πεντηκοσίαις ἐς τὰ δεῖπνα δεδαπανηκέναι ἱστόρηται, συνεχῶς μὲν καὶ ἀπλήστως ἐμφορούμενος, συνεχῶς δὲ ἅπαντα ἐξερευγόμενός τε καὶ ἐξεμῶν· ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε σύσσιτοι αὐτοῦ καὶ πάνυ κακῶς εἶχον. Βίβιος γοῦν Κρίσπος, διὰ νόσον χρόνου τινὸς ἀπολειφθεὶς τοῦ συσσιτίου, μάλα στωμύλως ἔφη· «Εἰ μὴ ἐνενοσήκειν, ἀπωλόμην ἄν.» Ἐς τόδε [γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ] δεῖπνον τοῦ Βιτελλίου ἐπίσημον γεγονὸς διαμνημονεύεται· καθ ̓ ὃ φασὶ δίχα τῆς λοιπῆς πολυτελείας δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχιλίους δὲ ὄρνις ἐπὶ τὴν θοίνην παρενεχθῆναι. Ἐπῄνει δὲ καὶ τὰ Νέρωνος, καὶ τὸν νεκρὸν τοῦ Νέρωνος ἐς κοῖλόν τινα καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεσέμνυνε. [Πρὸς δὲ τῶν στρατηγῶν Οὐεσπασιανοῦ, μεταποιουμένου τῆς βασιλείας ἤδη, κατακτείνεται.]