Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 98
Not analysed yet
Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰουδαίων νεωτερίζειν ἀρξαμένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. Ὡς οὖν ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροισθέντες, ἀναγορεύουσιν αὐτὸν βασιλέα. Ὅπερ ἀκηκοὼς Βιτέλλιος, Σαβῖνον τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτωλίῳ προσφυγόντα συγκατέπρησε τῷ ἱερῷ. Κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, ἐπειδὴ καὶ ὁ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συνδραμόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον, καὶ προσάγουσι τοῖς Βεσπασιανοῦ στρατιώταις, καὶ κατακρίνουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. Εἱλκύσθη γὰρ διὰ πάσης τῆς πόλεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ανθερεῶνι, βαλλόμενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνεβλήθη τῷ Θύβριδι, ἕββομον καὶ νʹ ἔτος ἄγων.