Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 99
Not analysed yet
Ὅτι Βεσπασιανὸς οὕτως ἦν ἤπιος καὶ προσηνὴς, ὡς μηδὲ τὰς εἰς αὐτόν τε καὶ τὴν βασιλείαν γινομένας ἁμαρτίας πέρα τιμωρεῖσθαι φυγῆς. Τάς τε γὰρ ἀπεχθείας καὶ τὰ προσκρούματα τῆς διανοίας ταχέως ἀπεσείετο, καὶ σκώμματα ῥητόρων, ὑφ ̓ ὧν ἠφίετο, καὶ δήμων ἐς αὐτὸν ἀπορριπτούμενα κούφως τε καὶ γαληνῶς ἔφερεν· ἔς τε τὰς ἐντεύξεις κοινὸς καὶ δημοτικὸς ὢν, ἀπεσκήνου μὲν ὡς τὰ πολλὰ τῶν βασιλέων.