Ancient Greek
Letter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Eudoxiam (epist. 1-7) [Sp.] 2
Not analysed yet
«Ὡς οἶμαι, οὐ διαλανθάνει τὴν σὴν θεοφίλειαν ἡ τῶν ἐμῶν γεννητόρων εὐγένεια καὶ εὐπορία καὶ τῆς ἀξίας αὐτῶν ἡ περιφάνεια, πάλιν δὲ ὡς οὐδέποτε ἠγάπησα πλοῦτον, οὔτε ἠράσθην χρημάτων ἢ δόξης ἀνθρωπίνης, ἀλλὰ κἀκείνοις πολλάκις συνεβούλευον ἀποκτήσασθαι τὴν τοιαύτην ματαίαν φροντίδα καὶ ἐπιμελήσασθαι τῆς ἑαυτῶν σωτηρίας διὰ τῆς εἰς τοὺς πένητας μεταδόσεως, ὅπως κτήσωνται τὴν ἐπουράνιον βασιλείαν. Πῶς δὲ καὶ χρημάτων ἐπιθυμήσω ἀεὶ νουθετῶν καὶ ἐπιπλήττων ἐν ταῖς ἐξηγήσεσι τοὺς ταῦτα κεκτημένους καὶ μὴ ῥαντίζοντας αὐτὰ εἰς τὰς τῶν πενήτων χεῖρας. Ἐμοὶ γὰρ ἀρκεῖ πρὸς ἀποτροφὴν ὀλίγος ἄρτος σὺν ἅλατι καὶ λαχάνοις οἰκτροῖς διὰ τὴν τοῦ σώματος ἀσθένειαν. Περὶ δὲ Θεοδωρίχου ἐσήμανας ὡς ἐσφετέρισα τὴν ὕπαρξιν αὐτοῦ εἰς ἴδιόν μου κέρδος. Τοῦτο οὖν γνωστὸν ἔστω σοι, ὡς ἐμοὶ τί ποτε οὐκ ἔδωκεν. Ἀλλ' οὔτε, εἰ ἔδωκεν, ἐλάμβανον παρ' αὐτοῦ τὸ εἴ τι οὖν. Ἀλλ' ἐκεῖνος τῷ Χριστῷ ἐδάνεισεν αὐτά, ἐνταῦθα παραθέμενος εἰς τὰς τῶν πενήτων καὶ δεομένων χεῖρας, ὅπως ταῦτα κομίσηται παρ' αὐτοῦ ἐν τῷ μέλλοντι αἰῶνι πολυπλασίονα. Εἴθε δὲ καὶ αὐτὴ τοῦτον ἐζήλωσας κενώσασα τὰ χρήματά σου εἰς τοὺς αἰωνίους θησαυρούς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὐ κλέπται καὶ ἐπίβουλοι διορύττειν τολμῶσι. Δέδωκε γὰρ αὐτὰ εἰς τὸ ξενοδοχεῖον τῆς ἐκκλησίας, ὅπως δι' αὐτῶν γένηται ἡ φροντὶς τῶν δεομένων. Εἰ οὖν βούλει ταῦτα λαβεῖν καὶ λυπῆσαι τὸν Χριστόν, σὺ ὄψει. Πίστευε γάρ μοι, ὅτι ἐὰν τοῦτο ποιήσῃς, θλίβεται κατὰ σοῦ».