Ancient Greek
Letter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Eudoxiam (epist. 1-7) [Sp.] 3
Not analysed yet
«Ἡ μὲν φιλόχριστος πίστις καὶ διαγωγὴ τῶν ὑμετέρων γονέων πᾶσι κατάδηλος ὑπάρχει. Διὸ καὶ ταῖς εὐχαῖς καὶ καλοκαγαθίαις αὐτῶν ὁ Θεὸς δυσωπούμενος ἀπένειμέ σοι τὰ τῆσδε τῆς ἐπιγείου βασιλείας τὰ σκῆπτρα, ἐκδεχόμενος διὰ τῶν ἔργων σου καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμον ἀναδεῖξαί σε· πλοῦτος γὰρ καὶ δόξα καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ' ἢ μόνον ἡ διὰ τῶν ἔργων ἡμῶν διαγωγή. Μὴ οὖν ἐπιλήσμων γενήσῃ τούτου, μηδὲ τοῦ φόβου τοῦ Θεοῦ, σαφῶς ἐπισταμένη, ὅτι ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς χερσὶν αὐτοῦ ἐστι καὶ ᾧ μὲν προστιθεῖ, ἐξ οὗ δὲ βούλεται καὶ ἀφαιρεῖ. Χοῦς καὶ σποδὸς ὑπάρχοντες μετ' ὀλίγον εἰς γῆν καταφερόμενοι ἐν σκοτεινοῖς καὶ ἀφεγγέσι χωρίοις καθὼς καὶ οἱ πρὸ ἡμῶν πάντες βασιλεῖς καὶ ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον εἰς τοὺς πρὸ ὑμῶν βασιλέας. Τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι, σύνες· πῶς ἐφ' ἑκάστης οἱ μὲν ἐν ἀγαθοῖς μνημονευόμενοι, οἱ δὲ τὰ φαῦλα διεξελθόντες ἐπὶ κακοῖς ἀεὶ καὶ κατάραις οὐ ταῖς τυχούσαις ὑπὸ πάντων μνημονευόμενοι πλειστάκις· οὐδὲ τῶν ὀνομάτων αὐτῶν ὑπὸ τῶν πολλῶν λεγομένων. Μιμησάτω οὖν καὶ ἡ ὑμετέρα φιλόχριστος θεοσέβεια τοὺς τὴν πίστιν τηρήσαντας ἀλωβήτως καὶ τὸν καλὸν δρόμον ἐληλακότας ἐν τῷδε τῷ βίῳ διὰ τῶν ἀγαθῶν πράξεων καὶ κελεύσει ἀναδοθῆναι τῇ ταπεινῇ Θεογνώστου γυναικὶ καὶ τοῖς τέκνοις αὐτῆς τὸν ἀμπελῶνα αὐτῶν, ὃν εἶχον εἰς παραμυθίαν. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ καταλαβοῦσα αὐτοὺς θλῖψις καὶ συμφορά, ἐκείνου μὲν ἐν ἐξορίᾳ τετελευτηκότος, τῆς δὲ ὑποστάσεως αὐτῶν πάσης ἀφαιρεθείσης. Ναί, παρακαλῶ σε λῦσαι πρὸς αὐτὴν τὴν μνησικακίαν σου μεμνημένη τοῦ σωτῆρος ἐν Εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν. Πάλιν δὲ αὐτοῦ διαρρήδην πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· Ἆφρον, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾍδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων καὶ κτημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πάντα παρεῶντες ἀπερχόμεθα τῶν ἐνταῦθα γυμνοὶ καὶ ἀπροστάτευτοι; Οὐκοῦν τούτων πάντων μνημονεύουσα ἐπίτρεψον ἀναδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι γένηται ἐν ἡμέρᾳ κρίσεως».