Ancient Greek
Letter 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Eudoxiam (epist. 1-7) [Sp.] 4
Not analysed yet
«Οὐκ οἶμαί σε, τέκνον πνευματικόν, ἀγνοεῖν ὡς αἱ ὑπὸ Θεοῦ τεταγμέναι κατὰ τὸν ἀπόστολον ἐξουσίαι οὐχ ὥστε ἐξεῖναι ἀδικεῖν, ἀλλ' ὥστε διορθοῦν τοὺς ἀδικοῦντας ἐτάχθησαν καὶ πρὸς τὸν ἔννομον καὶ δίκαιον βίον ἐνάγειν διὰ παντὸς καὶ ῥυθμίζειν τὸ ὑποχείριον· ὅπερ τηνικαῦτα κατορθοῦσθαι μάλιστα εἴωθεν, ὁπηνίκα πρῶτοι τῶν ἄλλων οἱ τὰς ἀρχὰς ἐγκεχειρισμένοι αὐτοὶ τοῦ δικαίου καὶ τῆς ἄλλης ἀρετῆς ἀντιποιούμενοι φαίνονται· φιλεῖ γὰρ ὡς τὰ πολλὰ πρὸς τὸ ἄρχον συνδιατίθεσθαί πως καὶ τὸ ἀρχόμενον. Ἐπεὶ οὖν καὶ ὁ Θεοδώριχος ὁ πατρίκιος μηδὲν μηδέποτε τῷ ὑμετέρῳ κράτει προσεπταικὼς κατὰ τοὺς προσκεκρουκότας καὶ αὐτὸς τῇ τοῦ Θεοῦ τὰ νῦν ἐκκλησίᾳ προσπέφευγε μηδὲν ἀδίκως παθεῖν ἐξαιτούμενος, πληρωθῆναι τούτῳ παρ' ὑμῶν τὴν ἐξαίτησιν ἀξιῶ καὶ μὴ θελῆσαι τὸ τῆς βασιλείας ἀνενδεὲς εἰς ἔνδειαν ἑνὸς τῶν ὑπὸ χεῖρα κατενεγκεῖν γῆς ἁπάσης καὶ θαλάσσης διακρατούσης. Οὕτω γὰρ ἔμπρακτοι τῆς ἀρετῆς ἀναφανέντες διδάσκαλοι διὰ τῆς ἐντεῦθεν περὶ τὴν βασίλειον ἀρχὴν εὐπραγίας καὶ τῆς ἐκεῖθεν βασιλείας ἀξιωθήσεσθε. Ἔρρωσό μοι καταλύφω, ἐνδοξοτάτη βασίλισσα, βασιλικῷ φρονήματι τὴν ἁλουργίδα κατασεμνύνουσα».