Ancient Greek · ~27 min
Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-14
Not analysed yet
Οὐχ ὡς ἔτυχε τὴν πόλιν ἡμῖν ὁ διάβολος χθὲς ἐθορύβησεν, ἀλλὰ καὶ ὁ Θεὸς ἡμᾶς οὐχ ὡς ἔτυχε παρεκάλεσε πάλιν, ὥστε καὶ ἡμῶν ἕκαστον εὐκαίρως εἰπεῖν ἐκεῖνο τὸ προφητικόν· Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ὅπερ γὰρ λέγων οὐδέποτε ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ. Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀποπηδῶντας, καὶ τῶν πνευματικῶν οὐδένα ποιουμένους λόγον, ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέντες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἡμῶν τῶν ῥᾳθύμων τοῦτο ποιεῖ, ὅπου γε καὶ Παῦλος καὶ ἐπ' αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ταύτην ἔλεγεν αἰτίαν εἶναι τῶν πειρασμῶν; Κορινθίοις γὰρ ἐπιστέλλων τὴν δευτέραν ἐπιστολὴν οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως· τοῦτο γάρ ἐστι τὸ, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἀπόγνωσιν ἔλυσεν ὁ Θεὸς τὸν χειμῶνα, καὶ τὸ νέφος παρήνεγκε, καὶ ἐξ αὐτῶν τοῦ θανάτου τῶν πυλῶν ἡμᾶς ἥρπασεν, Εἶτα δεικνὺς ὅτι καὶ τὸ συγχωρῆσαι μέχρι τοσούτου κατενεχθῆναι, κηδεμονίας ἦν πολλῆς, τὸ γινόμενον ἀπὸ τῶν πειρασμῶν διηγεῖται κέρδος· τοῦτο δὲ ἦν τὸ συνεχῶς πρὸς αὐτὸν βλέπειν, ἀλλὰ μὴ μέγα φρονεῖν μηδὲ ἐπαίρεσθαι. Διὰ τοῦτο εἰπὼν ὅτι, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, καὶ τὴν αἰτίαν ἐπήγαγε. Τίς δέ ἐστιν ἡ αἰτία αὕτη; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ζωοποιοῦντι τοὺς νεκρούς. Νυστάζοντας γὰρ ἡμᾶς καὶ καταπίπτοντας ἀφυπνίζειν εἴωθε τῶν πειρασμῶν ἡ φύσις, καὶ διεγείρειν καὶ εὐλαβεστέρους ποιεῖν. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγωμεν. Πάλιν γὰρ ὑμῖν περὶ τῆς αὐτῆς ὑποθέσεως διαλεχθῆναι βούλομαι, ὥστε πρόῤῥιζον ἀπὸ τῆς διανοίας ὑμῶν ἀνασπάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. Διόπερ ἀνάγκη πάλιν ἐπὶ τὴν αὐτὴν καταφυγεῖν ἱκετηρίαν. Καὶ γὰρ παρεκάλεσα πρώην ὑμᾶς τὴν κεφαλὴν Ἰωάννου λαβόντας ἀποτετμημένην, καὶ θερμοῦ τοῦ αἵματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον, καὶ νομίζειν πρὸ τῶν ὀφθαλμῶν ὁρᾷν αὐτὴν φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν· Μισήσατέ μου τὸν σφαγέα τὸν ὅρκον. Ὅπερ ἔλεγχος οὐκ ἐποίησε, τοῦτο ὅρκος ἐποίησεν· ὅπερ θυμὸς τυραννικὸς οὐκ ἴσχυσε, τοῦτο εὐορκίας ἀνάγκη παρεσκεύασε. Καὶ ὅτε μὲν ἠλέγχετο δημοσίᾳ πάντων ἀκουόντων, ἤνεγκε γενναίως τὴν ἐπιτίμησιν ὁ τύραννος, ὅτε δὲ εἰς ὅρκων ἀνάγκην ἑαυτὸν ἐνέβαλε, τότε τὴν μακαρίαν ἐκείνην ἀπέτεμε κεφαλήν. Τὸ αὐτὸ δὴ τοῦτο καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύομαι, ὥστε ὅπουπερ ἂν ἀπίωμεν, ταύτην βαστάζοντας τὴν κεφαλὴν ἀπιέναι, καὶ πᾶσιν αὐτὴν ἐπιδεικνύναι βοῶσαν καὶ τῶν ὅρκων κατηγοροῦσαν. Κἂν γὰρ σφόδρα ὦμεν ῥᾴθυμοι καὶ ὀλίγωροι, τοὺς ὀφθαλμοὺς τῆς κεφαλῆς ἐκείνης ὁρῶντες φοβερὸν εἰς ἡμᾶς βλέποντας καὶ ἀπειλοῦντας ὀμνύουσι, χαλινοῦ παντὸς εὐτονώτερον τῷ φόβῳ τούτῳ σωφρονισθέντες, ἅγχειν καὶ ἀποστρέφειν δυνησόμεθα ῥᾳδίως τὴν γλῶτταν ἀπὸ τῆς ἐπὶ τοὺς ὅρκους ὁρμῆς. Οὐδὲ γὰρ τοῦτο μόνον τὸ δεινὸν ἔχει ὁ ὅρκος, ὅτι καὶ παραβαινόμενος καὶ φυλαττόμενος κολάζει τοὺς ἁλισκομένους, ὅπερ ἐν οὐδενὶ τῶν ἄλλων ἁμαρτημάτων συμβαῖνον ἴδοι τις ἄν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου κακόν. Τί δὲ τοῦτό ἐστι; Τὸ μηδὲ βουλομένοις μηδὲ σπουδάζουσι δυνατὸν εἶναι εὐορκῆσαι πολλάκις. Πρῶτον μὲν γὰρ ὁ διηνεκῶς ὀμνὺς, καὶ ἑκὼν καὶ ἄκων, καὶ ἀγνοῶν καὶ εἰδὼς, καὶ σπουδάζων καὶ παίζων, καὶ ὑπὸ θυμοῦ πολλάκις ἐκφερόμενος καὶ ὑπὸ ἑτέρων πολλῶν, ἐπιορκήσει πάντως. Καὶ πρὸς ταῦτα οὐδεὶς ἀντερεῖ· οὕτως ἐστὶν ὡμολογημένον καὶ δῆλον, ὅτι τὸν πολύορκον ἀνάγκη καὶ ἐπίορκον εἶναι. Δεύτερον δὲ, ὅτι κἂν μὴ συναρπασθεὶς μηδὲ ἄκων μηδὲ ἀγνοῶν τοῦτο πάθῃ, ὑπ' αὐτῆς τοῦ πράγματος τῆς φύσεως, καὶ εἰδὼς καὶ ἑκὼν, ἀναγκασθήσεται ἐπιορκῆσαι πάντως. Πολλάκις γοῦν ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτόντος, ὤμοσε μαστιγώσειν ἡ γυνή· εἶτα ἀντώμοσεν ὁ ἀνὴρ, τὰ ἐναντία ἐπιφιλονεικῶν καὶ οὐκ ἐκτρέπων. Ἐνταῦθα κἂν ὅ τι ἂν ποιήσωσιν, ἀνάγκη πάντως ἐπιορκίαν συστῆναι· οὐδὲ γὰρ βουλομένοις αὐτοῖς οὐδὲ σπουδάζουσι φυλάξαι δυνατὸν τὸν ὅρκον λοιπόν· ἀλλ' ὅπερ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται· μᾶλλον δὲ ἀμφότεροι πάντως· καὶ πῶς, ἐγὼ λέγω· τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ ὤμοσε, καὶ τῷ κωλύσαντι πάλιν καὶ διακόψαντι τὴν εὐορκίαν τὸ ἕγκλημα τῆς ἐπιορκίας περιέστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ ἑτέροις τὴν ἀνάγκην ταύτην ἐφιστῶντες ὑπεύθυνοι τῶν αὐτῶν ἐγκλημάτων εἰσίν. Οὐκ ἐν οἰκίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἀγοραῖς ἴδοι τις ἂν τοῦτο γινόμενον, καὶ ἐν ταῖς μάχαις μάλιστα, ὅταν πρὸς ἀλλήλους πυκτεύοντες ἀντομνύωσιν, ὁ μὲν τυπτήσειν, ὁ δὲ μὴ τυπτήσεσθαι· ὁ μὲν ἀφαιρήσειν τὸ ἱμάτιον, ὁ δὲ οὐκ ἐπιτρέψειν· ὁ μὲν ἀπαιτήσειν τὸ ἀργύριον, ὁ δὲ οὐκ ἀποδώσειν· καὶ πολλὰ δὲ ἕτερα ἐναντία τοιαῦτα φιλονεικοῦντες ὀμνύουσι. Καὶ ἐν ἐργαστηρίοις δὲ καὶ διδασκαλείοις ἴδοι τις ἂν τοῦτο συμβαῖνον. Πολλάκις γοῦν τεχνίτης διωμόσατο τῷ μαθητῇ μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως ἂν τὸ δοθὲν ἔργον ἅπαν ἀνύσῃ. Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν ἐποίησε δέσποινα, καὶ ἀνάγκη τῆς, ἑσπέρας καταλαβούσης, καὶ τοῦ ἔργου μὴ πληρωθέντος, ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι τοὺς ὀμόσαντας πάντως. Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους ἐμβάλλει, ἢ ἑτέραν δυσκολίαν ἐργάζεται, ὥστε μὴ πληρωθέντος τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά. Καθάπερ γὰρ παῖδες σχοινίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλλήλων μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφαλὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος· οὕτω δὴ καὶ οἱ ἀντομνύοντες ἀλλήλοις ἀπεναντίας, τοῦ ὅρκου διαῤῥαγέντος ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης, εἰς τὸ τῆς ἐπιορκίας ἀμφότεροι καταπίπτουσι βάραθρον, οἱ μὲν αὐτῷ τῷ ἐπιορκεῖν, οἱ δὲ τῷ τὴν αἰτίαν τῆς ἐπιορκίας παρασχεῖν ἑτέροις.