Ancient Greek · ~16 min
Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-13
Not analysed yet
Καὶ ἵνα μὴ τοῦτο ἀπὸ τῶν ἐν ταῖς οἰκίαις καὶ τῶν ἐν ταῖς ἀγοραῖς καθ' ἑκάστην ἡμέραν γινομένων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν Γραφῶν γένηται δῆλον, ἱστορίαν ὑμῖν παλαιάν τινα διηγήσομαι τοῖς εἰρημένοις συμβαίνουσαν. Ἐπελθόντων ποτὲ τῶν πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ οὗτος ἦν τοῦ Σαοὺλ) τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσηται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας ἕως ἑσπέρας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ. Ἆρα τί τούτου γένοιτ' ἂν ἀνοητότερον; Πεπονηκότας γὰρ καὶ κατακοπέντας στρατιώτας ὀφείλων διαναπαῦσαι καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων αὐτῶν χαλεπώτερον κατειργάσατο διὰ τῆς ἀνάγκης τοῦ ὅρκου, λιμῷ παραδοὺς αὐτοὺς χαλεπωτάτῳ. Σφαλερὸν μὲν οὖν τὸ καὶ περὶ ἑαυτοῦ τινα ὀμνύναι· πολλὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως βιαζόμεθα· τὸ δὲ καὶ τὴν ἑτέρων γνώμην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι πολλῷ σφαλερώτερον, καὶ μάλιστα ὅταν μὴ περὶ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ περὶ πλήθους ἀπείρου τις ὀμνύῃ· ὅπερ ὁ Σαοὺλ τότε ἐποίησεν ἀπερισκέπτως, καὶ οὔτε ὅτι εἰκὸς ἦν ἐν οὕτως ἀπείρῳ δήμῳ ἕνα γοῦν τινα παραβῆναι τὸν ὅρκον ἐνενόησεν, οὔτε ὅτι στρατιῶται καὶ στρατιῶται πολεμοῦντες πολὺ φιλοσοφίας ἀφεστήκασι, καὶ γαστρὸς κρατεῖν οὐκ ἐπίστανται, καὶ μάλιστα ὅταν πολὺς ὁ κάματος ᾖ. Ἀλλὰ ταῦτα πάντα παριδὼν ἐκεῖνος, ὡς περὶ ἑνὸς οἰκέτου μόνον ὀμνὺς, ὃν εὐκόλως ἠδύνατο κατασχεῖν, οὕτω περὶ παντὸς ἐλογίσατο τοῦ στρατοπέδου. Διά τοι τοῦτο τοσαύτην ἤνοιξε τῷ διαβόλῳ θύραν, ὡς μὴ μόνον δύο καὶ τρεῖς καὶ τέτταρας, ἀλλὰ πολλῷ πλείους ἀπὸ τοῦ ὅρκου τούτου ἐν βραχεῖ καιρῷ πλέξαι ἐπιορκίας. Ὥσπερ γὰρ ὅταν μηδ' ὅλως ὀμόσωμεν, ἅπασαν αὐτῷ τὴν εἴσοδον ἀποφράττομεν· οὕτως ἐὰν ἕνα ὅρκον προώμεθα μόνον, πολλὴν αὐτῷ παρέχομεν ἐξουσίαν συνθεῖναι μυρίας ἐπιορκίας. Καὶ καθάπερ οἱ τὰς σειρὰς πλέκοντες, ἂν μὲν ἔχωσι τὸν κατέχοντα αὐτοῖς τὴν ἀρχὴν, μετὰ ἀκριβείας ἅπασαν ἐργάζονται τὴν πλοκήν· ἂν δὲ μηδεὶς ὁ τοῦτο ποιῶν ᾖ, οὐδ' ἐπιχειρῆσαι δύναιντ' ἂν τὴν ἀρχήν· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ διάβολος τὰς σειρὰς τῶν ἁμαρτημάτων ἡμῶν πλέκων, ἂν μὴ λάβῃ τὴν ἀρχὴν ἀπὸ τῆς γλώττης τῆς ἡμετέρας οὐδὲ ἐπιχειρῆσαι δύναιτ' ἄν· ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ τὸν ὅρκον ἡμῶν κατεχόντων, μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέχνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας· ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ Σαοὺλ ἐποίησεν οὗτος. Ὅρα γοῦν εὐθέως οἵα γίνεται τῷ ὅρκῳ τούτῳ παγίς. Δρυμῶνα παρῄει τὸ στρατόπεδον μελισσῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ ἀγροῦ, καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελλισσῶνα, καὶ διεπορεύετο λαλῶν. Εἶδες οἷον τὸ βάραθρον; τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προκαλέσηται τῶν ὅρκων. Ὅ τε γὰρ λιμὸς, ὅ τε κάματος καὶ ὁ καιρὸς (Πᾶσα γὰρ ἡ γῆ, φησὶν, ἠρίστα) τότε ὤθουν ἐπὶ τὴν παρανομίαν. Καὶ ἡ τῶν κηρίων δὲ ὄψις ἔξωθεν αὐτοὺς προεκαλεῖτο ἐκλύουσα τὴν εὐτονίαν· τό τε γὰρ ἡδὺ καὶ εὐπαράσκευον τῆς τραπέζης, καὶ τὸ δυσφώρατον τῆς κλοπῆς, ἱκανὰ πᾶσαν ἦν δελεάσαι τὴν φιλοσοφίαν. Εἰ γὰρ κρέα ἦν, ἅπερ ἕψειν καὶ ὀπτᾷν ἔδει, οὐκ ἂν οὕτως αὐτῶν ἐγοήτευσε τὴν ψυχὴν, ἐν τῷ μαγειρεύειν αὐτὰ καὶ πρὸς τροφὴν παρασκευάζειν μελλόντων, καὶ βραδυνόντων, καὶ καραδοκούντων ἁλώσεσθαι· νυνὶ δὲ οὐδὲν τοιοῦτον ἦν, ἀλλὰ μέλι μόνον, ἔνθα πραγματείας μὲν οὐδεμιᾶς ἔδει τοιαύτης, ἤρκει δὲ ἄκρῳ τῷ δακτύλῳ βάψαντα μετασχεῖν τῆς τραπέζης καὶ λαθεῖν. Ἀλλ' ὅμως ἐκεῖνοι κατεῖχον τῆς ἐπιθυμίας, καὶ οὐκ εἶπον πρὸς ἑαυτούς· Τί δὲ ἡμῖν μέλει; μὴ γὰρ δὴ ἡμῶν τις ὠμόσατο τοῦτο; ἐκεῖνος δώσει δίκην τῶν ἀπερισκέπτων ὅρκων. Τίνος γὰρ ἕνεκεν ὤμνυ; Ἀλλ' οὐδὲν τούτων ἐνενόησαν, ἀλλὰ μετὰ πολλῆς τῆς εὐλαβείας παρῄεσαν, καὶ τοσούτων ὄντων τῶν δελεαζόντων αὐτοὺς, ἐφιλοσόφουν, Καὶ διεπορεύετο ὁ λαὸς λαλῶν. Τί ἐστι, Λαλῶν; Τὴν ὀδύνην διὰ τῶν ῥημάτων παραμυθούμενοι διελέγοντο πρὸς ἀλλήλους.