Ancient Greek · ~14 min
Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-18
Not analysed yet
Αἰσχυνέσθωσαν τοίνυν οἱ Ἕλληνες, ἐγκαλυπτέσθωσαν καὶ καταδυέσθωσαν ἐπὶ τοῖς αὐτῶν φιλοσόφοις, καὶ τῇ πάσης μωρίας ἀθλιωτέρᾳ αὐτῶν σοφίᾳ. Οἱ μὲν γὰρ παρ' αὐτοῖς φιλόσοφοι κατὰ τὸν καιρὸν, ὃν ἔζων, ὀλίγους μόλις καὶ σφόδρα εὐαριθμήτους ἴσχυσαν τὰ αὐτῶν διδάξαι δόγματα, καὶ κινδύνου μικροῦ καταλαβόντος καὶ τούτους ἀπώλεσαν· οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ, οἱ ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ, ἐν ὀλίγοις ἔτεσι τὴν οἰκουμένην ἅπασαν πρὸς τὴν ἀλήθειαν ἐπανήγαγον, καὶ μυρίων ἐξ ἐκείνου γινομένων κινδύνων, οὐ μόνον οὐκ ἐσβέσθη τὸ κήρυγμα, ἀλλὰ καὶ ἀνθεῖ καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσι· καὶ φιλοσοφεῖν ἐδίδαξαν ἀνθρώπους ἰδιώτας καὶ γηπόνους καὶ θρέμμασιν ὁμιλοῦντας. Οὗτοι μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν πάντων τῶν ἀγαθῶν αἰτίαν ἀγάπην ἐῤῥιζωμένην ἔχοντες, ἔσπευσαν πρὸς ἡμᾶς τοσαύτην δραμόντες ἐλθεῖν ὁδὸν, καὶ τὰ οἰκεῖα περιπτύξασθαι μέλη. Φέρε οὖν καὶ ἡμεῖς ἀντὶ τῶν δώρων τούτων, τῆς ἀγάπης λέγω καὶ τῆς διαθέσεως, ἐφόδια δόντες αὐτοῖς, οὕτως αὐτοὺς ἀποπέμψωμεν, καὶ τὸν περὶ τῶν ὅρκων πάλιν κινήσωμεν λόγον, ὥστε πρόῤῥιζον ἐκ τῆς διανοίας ἁπάντων ἀνασπασθῆναι τὴν πονηρὰν ταύτην συνήθειαν. Βούλομαι δὲ πρότερον μικρὰ τῶν πρώην ἡμῖν εἰρημένων ἀναμνῆσαι τήμερον. Ἐπειδὴ γὰρ τῆς Περσίδος ἀπαλλαγέντες οἱ Ἰουδαῖοι καὶ τῆς τυραννίδος ἐλευθερωθέντες ἐκείνης, πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα, Εἶδον δρέπανον, φησὶ, πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα· καὶ τοῦ προφήτου παιδεύοντος αὐτοὺς ἤκουον, ὅτι Αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς, καὶ εἰσερχομένη εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ ψεύδει, καὶ καταλύσει εἰς τὸ μέσον, καὶ τὰ ξύλα καὶ τοὺς λίθους καθελεῖ πάντας. Καὶ τούτων ἀναγνωσθέντων τότε, ἐζητοῦμεν τίνος ἕνεκεν οὐχὶ τὸν ὀμόσαντα μόνον, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ καταλύει· καὶ ταύτην ἐλέγομεν αἰτίαν εἶναι, ὅτι τῶν χαλεπωτάτων ἁμαρτημάτων τὰς τιμωρίας βούλεται μένειν διηνεκεῖς ὁ Θεὸς, ὥστε τοὺς μετὰ ταῦτα σωφρονίζεσθαι πάντας. Ἐπεὶ οὖν τὸν ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι καὶ τοῖς κόλποις παραδοθῆναι τῆς γῆς, ὥστε μὴ καὶ τῷ σώματι τὴν πονηρίαν αὐτοῦ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς παριόντας ἅπαντας ὁρῶντας αὐτὴν καὶ τὴν αἰτίαν μανθάνοντας τῆς κατασκαφῆς φυγεῖν τὴν τῆς ἁμαρτίας μίμησιν. Τοῦτο καὶ ἐπὶ Σοδόμων ἐγένετο· ἐπειδὴ γὰρ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἐξεκαύθη καὶ τῆς γῆς ἡ φύσις ὑπὸ τοῦ κατενεχθέντος ἄνωθεν πυρός· ἐβούλετο γὰρ καὶ ταύτης τῆς ἁμαρτίας τὴν τιμωρίαν μένειν διηνεκῆ. Καὶ σκόπει τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· οὐχὶ τοὺς ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ' ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε, τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις ὁρᾷν, καὶ νῦν φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα· Μὴ τολμήσητε τὰ Σοδόμων, ἵνα μὴ πάθητε τὰ Σοδόμων. Οὐδὲ γὰρ οὕτω λόγος καθικέσθαι διανοίας εἴωθεν, ὡς ὄψις φοβερὰ καὶ τὰ ἴχνη τῆς συμφορᾶς φέρουσα διὰ παντὸς τοῦ χρόνου. Καὶ μαρτυροῦσιν οἱ ἐν τοῖς χωρίοις ἐκείνοις παραγενόμενοι, οἳ πολλάκις τῆς Γραφῆς ὑπὲρ τούτων διαλεγομένης ἀκούοντες, οὐ σφόδρα ἔδεισαν· ἐπειδὴ δὲ ἦλθον, καὶ τῆς χώρας ἐπέβησαν, καὶ τὴν ὄψιν αὐτῆς ἠφανισμένην εἶδον ἅπασαν, καὶ τὸν ἐμπρησμὸν ἐθεάσαντο, καὶ γῆν μὲν οὐδαμοῦ φαινομένην, κόνιν δὲ πάντα καὶ τέφραν, καταπλαγέντες καὶ πολλὴν ἀπὸ τῆς θεωρίας ἐκείνης δεξάμενοι διδασκαλίαν σωφροσύνης, οὕτως ἀπῆλθον. Καὶ γὰρ αὐτὸς ὁ τῆς κολάσεως τρόπος τῆς ἁμαρτίας τὸν τρόπον μεμίμηται. Καθάπερ γὰρ ἐκεῖνοι μίξιν ἐπεισήγαγον ἄγονον, οὐκ εἰς παιδοποιΐαν τελευτῶσαν, οὕτω δὴ καὶ ὁ Θεὸς τιμωρίαν ἐπήγαγεν, ἣ τὴν γαστέρα τῆς γῆς ἐποίησεν ἄγονον καθάπαξ, καὶ καρπῶν ἔρημον ἁπάντων. Διὰ τοῦτο καὶ τῶν ὀμνυόντων τὰς οἰκίας καθαιρεῖν ἠπείλησεν, ἵνα ἑτέρους ταῖς ἐκείνων τιμωρίαις σωφρονεστέρους ποιήσῃ.