Ancient Greek · ~3 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.3
Not analysed yet
Φέρε τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὴν ἄφατον φιλανθρωπίαν ἣν περὶ αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει. Καὶ εἰ δοκεῖ, πρῶτον τὰ κατ' αὐτὴν γυμνάσωμεν καὶ ἴδωμεν ἐν τίσιν αὐτὴν οὖσαν καὶ ὅπως αὐτὴν διακειμένην ὁ νυμφίος προσίεται· οὕτω γὰρ μάλιστα καὶ τοῦ κοινοῦ πάντων δεσπότου δειχθήσεται τὸ ἄπειρον τῆς φιλανθρωπίας. Οὐδὲ γὰρ τῆς εὐμορφίας αὐτῆς οὐδὲ τοῦ κάλλους ἐρασθεὶς οὐδὲ τῆς ὥρας τοῦ σώματος οὕτως αὐτὴν προσήκατο ἀλλὰ δυσειδῆ μᾶλ<λον> καὶ ἄμορφον καὶ αἰ<σχρὰν καὶ παν>ταχόθεν <καὶ ῥυπαρὰν> καὶ σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων κυλιομένην, οὕτως εἰς τὴν νυμφῶνα εἰσήγαγεν.