Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.28
Not analysed yet
Ὅρα τίνας καλεῖ, τοὺς ἐν ταῖς παρανομίαις καταδαπανηθέντας, τοὺς ἐν τοῖς ἁμαρτήμασι πεφορτισμένους, τοὺς οὐδὲ ἀνανεῦσαι λοιπὸν δυναμένους, τοὺς αἰσχύνης πεπληρωμένους, τοὺς ἀπαρρησιάστους. Καὶ τίνος ἕνεκεν καλεῖ; Οὐχ ἵνα εὐθύνας ἀπαιτήσῃ καὶ δικαστήριον καθίσῃ. Ἀλλὰ τί; Ἵνα ἐκ τοῦ κόπου διαναπαύσῃ, ἵνα τὸ βαρὺ φορτίον περιέλῃ· τί γὰρ ἁμαρτίας βαρύτερον ἂν γένοιτό ποτε; Αὕτη γὰρ κἂν μυριάκις ὦμεν ἀναίσθητοι καὶ λανθάνειν τοὺς πολλοὺς βουλώμεθα, τὸ συνειδὸς διεγείρει καθ' ἡμῶν τὸν δικαστὴν τὸν ἀδέκαστον κἀκεῖνος διηνεκῶς κατεξανιστάμενος ἀδιάλειπτον ἡμῶν τὴν ὀδύνην ἐργάζεται, καθάπερ δήμιός τις καταξαίνων καὶ ἄγχων τὸν λογισμὸν καὶ δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος. «Τοὺς οὖν ὑπὸ ταύτης φησὶν βεβαρημένους καὶ καθάπερ φορτίῳ τινὶ κατακαμφθέντας, τούτους ἀναπαύσω τὴν ἄφεσιν τῶν ἡμαρτημένων χαριζόμενος, μόνον δεῦτε πρός με.» Τίς οὕτως λίθινος, τίς οὕτως ἀνένδοτος ὡς μὴ ὑπακοῦσαι τῇ οὕτω φιλανθρώπῳ κλήσει;