Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.36
Not analysed yet
Ἀλλ' αὐτῶν ἀναγκαῖον ἀκοῦσαι τῶν ἀποστολικῶν ῥημάτων· τί οὖν φησιν; «Ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσεβεῖν, δι' ἔργων ἀγαθῶν.» Ἄξια, φησί, τῷ ἐπαγγέλματι διαπράττου, διὰ τῶν ἔργων σαυτὴν κόσμει τῶν ἀγαθῶν. Μιμείσθω ἡ τῶν ἀγαθῶν πρᾶξις τὸ ἐπάγγελμα· ἐπαγγέλλῃ σέβειν τὸν Θεόν, τὰ ἐκείνῳ ἀρέσκοντα ἐργάζου, τὰ ἔργα τὰ ἀγαθά. Τί δέ ἐστι δι' ἔργων ἀγαθῶν; Πᾶσα ἡ συναγωγὴ τῆς ἀρετῆς φησιν, ἡ τῶν παρόντων ὑπεροψία, ἡ τῶν μελλόντων ἐπιθυμία, ἡ καταφρόνησις τῶν χρημάτων, ἡ περὶ τοὺς πένητας δαψίλεια, ἡ ἐπιείκεια, ἡ πραότης, ἡ φιλοσοφία, τὸ ἐν εἰρήνῃ καὶ γαλήνῃ τὴν ψυχὴν διακεῖσθαι, τὸ μὴ ἐπτοῆσθαι πρὸς τὴν δόξαν τοῦ παρόντος βίου ἀλλὰ ἄνω τεταμένον ἔχειν τὸ ὄμμα καὶ τὰ ἐκεῖ μεριμνᾶν διηνεκῶς καὶ τῆς ἐκεῖ ἐφίεσθαι δόξης.