Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.37
Not analysed yet
Ἀλλ' ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μάλιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶς ἐχούσης τῆς δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν. Τί γὰρ ποιεῖς, ὦ γύναι; Μὴ γὰρ ἀπὸ τῶν ἐπιτριμμάτων καὶ τῶν ὑπογραφῶν προσθήκην ἐργάσασθαι ἔχεις τῷ φυσικῷ κάλλει ἢ τὴν φυσικὴν ἀμορφίαν μεταβαλεῖν; Οὔτε ἐκείνῳ προσθήκην ἐργάσῃ διὰ τούτων καὶ τῆς ψυχῆς τὸ κάλλος διαφθερεῖς. Ἡ γὰρ περιεργία αὕτη τεκμήριον γίνεται τῆς ἔνδοθεν βλακείας. Ἄλλως τε καὶ πολὺν ἐπισορεύεις διὰ τούτου σαυτῇ τὸ πῦρ, τὰς τῶν νέων ὄψεις ἀναπτεροῦσα καὶ τοὺς τῶν ἀκολάστων ὀφθαλμοὺς ἐπισπωμένη καὶ μοιχοὺς ἀπηρτισμένους ἐργαζομένη καὶ τὸν ἐκείνων ὄλισθον εἰς τὴν σὴν ἕλκεις κεφαλήν.