Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.38
Not analysed yet
Τὸ μὲν οὖν πρέπον καὶ ἐπωφελὲς πάντη τούτου ἀπέχεσθαι· εἰ δὲ μὴ βούλοιντο αἱ τῇ κακῇ ταύτῃ συνηθείᾳ προκατειλημμέναι, κἂν γοῦν ἐπὶ τὸν εὐκτήριον οἶκον ἀφικνούμεναι μὴ ποιείτωσαν τοῦτο. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, εἰς ἐκκλησίαν παραγενομένη οὕτω σαυτὴν διατίθης; Μὴ γὰρ τοῦτο ἐπιζητεῖ τὸ κάλλος ὃν ἔρχῃ προσκυνήσουσα καὶ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων ἐξομολογήσεις ποιησομένη; Τὸ ἔνδοθεν κάλλος ἐπιζητεῖ, τὴν διὰ τῶν ἔργων τῶν ἀγαθῶν πρᾶξιν, τὴν ἐλεημοσύνην, τὴν σωφροσύνην, τὴν κατάνυξιν, τὴν πίστιν τὴν ἀκριβῆ. Σὺ δὲ ταῦτα καταλιποῦσα πολλοὺς τῶν ῥᾳθύμων καὶ ἐν τῇ ἐκκλησίᾳ ὑποσκελίζειν ἐπιχειρεῖς. Καὶ πόσων ταῦτα ἄξια σκηπτῶν; Εἰς τὸν λιμένα παραγίνῃ καὶ ναυάγιον σαυτῇ κατασκευάζῃ· πρὸς τὸν ἰατρὸν ἔρχῃ τὰ ἕλκη θεραπεῦσαι καὶ μείζονα αὐτὰ ἐργαζομένη ἀπέρχῃ. Καὶ τίς σοι λοιπὸν ἔσται συγγνώμη; Ἀλλ' εἰ καὶ πρότερόν τινες ἦσαν οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διακείμεναι, νῦν γοῦν πεισθήτωσαν ἀπαλλαγῆναι τῆς λύμης ταύτης· εἰ γὰρ ἱματίοις πολυτελέσι κεχρῆσθαι ἀπηγόρευσε, πολλῷ μᾶλλον τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς.