Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.10
Not analysed yet
Τί οὖν ἐστιν ὅ φημι καὶ πρὸς τί τοῦτό μοι εἴρηται μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ πνευματικοὺς ὀφθαλμοὺς κεκτῆσθαι; Ἵν' ὅταν ἴδῃς τῶν ὑδάτων τὴν κολυμβήθραν καὶ τὴν χεῖρα τοῦ ἱερέως ἐφαπτομένην σου τῆς κεφαλῆς, μήτε ἐκεῖνο ἁπλῶς ὕδωρ μόνον εἶναι νομίσῃς μήτε τὴν χεῖρα μόνην τοῦ ἀρχιερέως ἐπικεῖσθαί σου τῇ κεφαλῇ. Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος τὰ τελούμενα ἀλλ' ἡ τοῦ Πνεύματος χάρις ἐστὶν ἡ καὶ τῶν ὑδάτων τὴν φύσιν ἁγιάζουσα καὶ μετὰ τῆς χειρὸς τοῦ ἱερέως ἐφαπτομένη σου τῆς κεφαλῆς. Οὐ καλῶς εἶπον ὅτι τῶν τῆς πίστεως ὀφθαλμῶν ἡμῖν χρεία πρὸς τὴν πίστιν τῶν μὴ ὁρωμένων ἵνα μηδὲν αἰσθητὸν ὑποπτεύωμεν;