Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.11
Not analysed yet
Καὶ γὰρ τάφος ἐστὶ καὶ ἀνάστασις τὸ βάπτισμα· «Συνθάπτεται γὰρ ὁ παλαιὸς ἄνθρωπος τῇ ἁμαρτίᾳ καὶ ἀνίσταται ὁ νέος ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος.» Ἀποδυόμεθα καὶ ἐνδυόμεθα· ἀποδυόμεθα μὲν τὸ παλαιὸν ἱμάτιον τὸ ὑπὸ τοῦ πλήθους τῶν ἡμαρτημένων καταρρυπωθέν, ἐνδυόμεθα δὲ τὸ καινὸν καὶ πάσης κηλῖδος ἀπηλλαγμένον. Τί δὲ λέγω; Αὐτὸν τὸν Χριστὸν ἐνδυόμεθα· «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.»