Ancient Greek · ~4 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.12
Not analysed yet
Ἀλλ' ἐπειδὴ ἐπὶ θύραις λοιπόν ἐστιν ὁ καιρὸς καθ' ὃν μέλλετε τῶν τοσούτων ἀπολαύειν δωρεῶν, φέρε διδάξωμεν ὑμᾶς καὶ ἑκάστων τῶν γινομένων καθὼς οἷόν τε τὰς αἰτίας ἵνα εἰδέναι ἔχητε καὶ πλείονα τὴν πληροφορίαν δεξάμενοι οὕτως ἐντεῦθεν ἀναχωρήσητε. Δεῖ τοίνυν ὑμᾶς εἰδέναι τίνος ἕνεκεν μετὰ τὴν διδασκαλίαν τὴν καθημερινὴν ἐπὶ τὰς τῶν ἐξορκιζόντων ὑμᾶς φωνὰς παραπέμπομεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ μέλλετε ἔνοικον δέχεσθαι τὸν ἐπουράνιον βασιλέα διὰ τοῦτο μετὰ τὴν παρ' ἡμῶν νουθεσίαν παραλαμβάνοντες ὑμᾶς οἱ εἰς τοῦτο τεταγμένοι, καθάπερ οἰκίαν τινὰ εὐτρεπίζοντες τῷ μέλλοντι παραγίνεσθαι βασιλεῖ, οὕτως ἐκκαθαίρουσιν ὑμῶν τὴν διάνοιαν διὰ τῶν φοβερῶν ἐκείνων λόγων, φυγαδεύοντες πᾶσαν τοῦ πονηροῦ τὴν μηχανήν, καὶ ἀξίαν τῆς τοῦ βασιλέως παρουσίας κατασκευάζοντες. Οὐδὲ γὰρ οἷόν τε, κἂν ἄγριος ᾖ τις δαίμων κἂν ἀπηνής, μετὰ τὰς φωνὰς ἐκείνας τὰς φοβερὰς καὶ τὴν ἐπίκλησιν τοῦ κοινοῦ πάντων δεσπότου μὴ μετὰ πολλοῦ τοῦ τάχους αὐτῶν ἀποστῆναι. Μετὰ τούτου δὲ καὶ αὐτὸ τὸ γινόμενον πολλὴν εὐλάβειαν ἐντίθησι τῇ ψυχῇ καὶ εἰς πολλὴν αὐτὴν ἄγει κατάνυξιν.