Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.13
Not analysed yet
Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον ὅτι πᾶσα ἀνωμαλία καὶ ἀξιωμάτων διαφορὰ ἐνταῦθα ἐκποδὼν γίνεται· κἂν γὰρ ἐν ἀξιώματι κοσμικῷ τις τυγχάνῃ, κἂν ἐν τῇ τοῦ πλούτου περιφανείᾳ, κἂν ἐπ' εὐγενείᾳ μέγα φρονῇ καὶ ἐν τῇ δόξῃ τοῦ παρόντος βίου, ἕστηκε καὶ αὐτὸς ὁμοίως τῷ προσαίτῃ καὶ τῷ τὰ ῥάκια περιβεβλημένῳ, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένῳ καὶ τὸ σκέλος πεπηρωμένῳ, καὶ οὐ δυσχεραίνει τοῖς γινομένοις· οἶδε γὰρ ὅτι ἐν τοῖς πνευματικοῖς πάντα ταῦτα ἀπελήλαται καὶ ψυχῆς εὐγνωμοσύνη μόνον ζητεῖται.