Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.14
Not analysed yet
Καὶ αἱ μὲν φωναὶ καὶ αἱ ἐπικλήσεις ἐκεῖναι φοβεραὶ καὶ θαυμασταὶ τοσοῦτον ἔχουσαι τὸ κέρδος· τὸ δὲ σχῆμα τῆς τῶν ποδῶν γυμνότητος καὶ τῆς τῶν χειρῶν ἐκτάσεως ἕτερόν τι ἡμῖν ἐνδείκνυται. Ὥσπερ οἱ τὴν αἰχμαλωσίαν ταύτην τὴν σωματικὴν ὑπομένοντες καὶ διὰ τοῦ σχήματος τὴν κατήφειαν δεικνύουσι τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς, οὕτω καὶ οὗτοι αἰχμάλωτοι γενόμενοι ὑπὸ τοῦ διαβόλου, ἐπειδὴ μέλλουσιν ἐλευθεροῦσθαι τῆς ἐκείνου τυραννίδος καὶ ὑπὸ τὸν ζυγὸν ἔρχεσθαι τὸν χρηστόν, πρότερον διὰ τοῦ σχήματος ὑπομιμνήσκουσιν ἑαυτοὺς τῆς προτέρας καταστάσεως ἵν' εἰδέναι ἔχωσι τίνος μὲν ἀπαλλάττονται, τίνι δὲ προστρέχουσι, καὶ τοῦτο αὐτὸ γένηται αὐτοῖς ὑπόθεσις πλείονος εὐχαριστίας καὶ εὐγνωμοσύνης.