Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.15
Not analysed yet
Βούλεσθε καὶ πρὸς τοὺς ἀναδεχομένους ὑμᾶς μεταγάγωμεν τὸν λόγον, ἵνα εἰδέναι ἔχωσι κἀκεῖνοι οἵων μὲν ἀξιοῦνται τῶν ἀμοιβῶν εἰ πολλὴν σπουδὴν περὶ ὑμᾶς ἐπιδείξαντο, οἵα δὲ αὐτοῖς κατάγνωσις ἕπεται ῥᾳθυμήσασιν. Ἐννόησόν μοι, ἀγαπητέ, τοὺς ἐπὶ χρήμασί τινας ἀναδεχομένους ὅπως μᾶλλον τοῦ ὑπευθύνου καὶ τὰ χρήματα δεχομένου ἐκεῖνοι πλείονα ὑφίστανται τὸν ἀγῶνα. Ἄν τε γὰρ εὐγνώμων φανῇ ὁ δανεισάμενος τῷ ἀναδεχομένῳ ἐπεκούφισε τὸ φορτίον, ἄν τε πάλιν ἀγνώμων γένηται ἐκείνῳ πλείονα τὸν κρημνὸν κατεσκεύασε. Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· «Ἐὰν ἐγγυήσῃ ὡς ἀποτίσων φρόντιζε.» Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχόμενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι ὀφείλουσι, παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες, πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι.