Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.16
Not analysed yet
Καὶ μὴ νομιζέτωσαν τὸ τυχὸν εἶναι τὸ γινόμενον ἀλλ' εἰδέτωσαν ἀκριβῶς ὅτι καὶ τῆς εὐδοκιμήσεως αὐτοὶ κοινωνοὶ γίνονται εἰ διὰ τῆς οἰκείας νουθεσίας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγήσουσι καὶ ὅτι ῥᾳθυμησάντων πάλιν αὐτῶν πολλὴ αὐτοῖς κείσεται ἡ κατάγνωσις. Διὰ γὰρ τοῦτο καὶ πατέρας ἔθος καλεῖν τοὺς τοιούτους πνευματικούς, ἵνα δι' αὐτῶν τῶν ἔργων μάθωσιν ὅσην ὀφείλουσι φιλοστοργίαν ἐν τῇ τῶν πνευματικῶν διδασκαλίᾳ περὶ τοὺς τοιούτους ἐπιδείκνυσθαι. Εἰ γὰρ τοὺς οὐδαμόθεν ἡμῖν προσήκοντας ἐνάγειν εἰς τὸν τῆς ἀρετῆς ζῆλον καλόν, πολλῷ μᾶλλον ἐκεῖνον ὃν εἰς χώραν τέκνου πνευματικοῦ ἀναδεχόμεθα, τὴν πρόσταξιν εἰς αὐτὸν ἀποπληροῦν ὀφείλομεν. Ἐμάθετε καὶ οἱ ἀναδεχόμενοι ὡς οὐ μικρὸς ὑμῖν ἐπήρτηται κίνδυνος ῥᾳθυμήσασι.