Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.17
Not analysed yet
Φέρε λοιπὸν καὶ περὶ αὐτῶν τῶν μυστηρίων ὑμῖν διαλεχθῶμεν καὶ τῶν συνθηκῶν τῶν μελλουσῶν συντελεῖσθαι μεταξὺ ὑμῶν καὶ τοῦ δεσπότου. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασιν ἐπειδὰν ἐμπιστεῦσαί τις βουληθῇ τινι τὰ αὐτοῦ πράγματα, γραμματεῖα ἀνάγκη συντελεῖσθαι μεταξὺ τοῦ ἐμπιστευομένου καὶ τοῦ ἐμπιστεύοντος· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπειδὴ μέλλετε πιστεύεσθαι παρὰ τοῦ τῶν ἁπάντων δεσπότου οὐκ ἐπίκηρα πράγματα οὐδὲ φθαρτὰ καὶ ἀπολλύμενα ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια. Διὰ γὰρ τοῦτο καὶ πίστις λέγεται ἐπειδὴ οὐδὲν ὁρώμενον ἔχει ἀλλὰ πάντα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς κατοπτεύεσθαι δυνάμενα. Ἀνάγκη γὰρ γραμματεῖα συντελεσθῆναι μεταξύ, οὐκ ἐν χάρτῃ οὐδὲ διὰ μέλανος ἀλλ' ἐν Θεῷ διὰ πνεύματος. Τὰ γὰρ ῥήματα ἃ ἐνταῦθα προΐεσθε ἐγγράφεται ἐν τῷ οὐρανῷ καὶ τὰς συνθήκας ἃς διὰ τῆς γλώττης προσφέρετε ἀνεξάλειπτοι μένουσι παρὰ τῷ δεσπότῃ.