Ancient Greek
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.3
Not analysed yet
Οὕτως οὖν ἄνωθεν καὶ ἐξ ἀρχῆς εὐεργετῶν διετέλεσε τὸ τῶν ἀνθρώπων γένος. Ὁμοῦ γὰρ ἐδημιούργησε τὸν πρωτόπλαστον καὶ εὐθέως καὶ ἐκ προοιμίων τῷ παραδείσῳ τοῦτον ἐγκατῴκισε καὶ τὸν ἀταλαίπωρον αὐτῷ βίον ἐκεῖνον ἐδωρήσατο, πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν πλὴν ἑνὸς ξύλου παρασχών. Ἀλλ' ὑπὸ ἀκρασίας ἐκεῖνος ἀπατηθεὶς ὑπὸ τῆς γυναικός, κατεπάτησε τὴν δοθεῖσαν ἐντολὴν καὶ ὕβρισεν εἰς τὴν τοσαύτην τιμήν.