Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.27
Not analysed yet
Καὶ τὰ μετὰ ταῦτα δὲ γινόμενα ἱκανὰ διδάξαι ἡμᾶς τίνων μὲν ἠλευθερώθησαν, τίνων δὲ τετυχήκασιν οἱ τῆς μυστικῆς τελετῆς ταύτης καταξιωθέντες. Εὐθέως γὰρ ἀνιόντας αὐτοὺς ἐκ τῶν ἱερῶν ἐκείνων ναμάτων πάντες οἱ παρόντες περιπλέκονται, ἀσπάζονται, καταφιλοῦσι, συνήδονται, συγχαίρουσιν ὅτι οἱ πρότερον δοῦλοι καὶ αἰχμάλωτοι ἀθρόον ἐλεύθεροι καὶ υἱοὶ γεγόνασι καὶ εἰς τὴν βασιλικὴν ἐκλήθησαν τράπεζαν. Μετὰ γὰρ τὴν ἐκεῖθεν ἄνοδον εὐθέως ἐπὶ τὴν τράπεζαν ἄγονται τὴν φρικτὴν καὶ μυρίων γέμουσαν ἀγαθῶν καὶ τοῦ σώματος ἀπογεύονται καὶ τοῦ αἵματος τοῦ δεσποτικοῦ καὶ οἰκητήριον γίνονται τοῦ Πνεύματος καὶ καθάπερ αὐτὸν τὸν Χριστὸν ἐνδεδυμένοι οὕτω περιΐασιν, ὥσπερ ἄγγελοί τινες ἐπίγειοι πανταχοῦ φαινόμενοι καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου ἀντιλάμποντες.