Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.28
Not analysed yet
Ταῦτα πάντα οὐ μάτην οὐδὲ εἰκῇ προλαβὼν ἐδίδαξα τὴν ὑμετέραν ἀγάπην, ἀλλ' ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως πολλὴν καρπώσησθε τὴν ἡδονὴν ἤδη τῇ ἐλπίδι πτερούμενοι καὶ φρόνημα ἀναλάβητε ἄξιον τῶν γινομένων καὶ καθὼς παρῄνεσεν ὁ μακάριος Παῦλος, τὰ ἄνω φρονήσητε καὶ μεταστήσητε ὑμῶν τὸν λογισμὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ ὁρώμενα. Σαφέστερον δὲ ταῦτα τῶν αἰσθητῶν ὄψεων βλέπομεν τοῖς πνευματικοῖς ὀφθαλμοῖς.