Ancient Greek · ~4 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.29
Not analysed yet
Ἀλλ' ἐπειδὰν πλησίον γένησθε τῶν προθύρων τῶν βασιλικῶν καὶ μέλλητε αὐτῷ προσεγγίζειν τῷ θρόνῳ ἔνθα προκάθηται ὁ βασιλεὺς ὁ τὰς δωρεὰς διανέμων, πᾶσαν φιλοτιμίαν περὶ τὰς αἰτήσεις ἐπιδείξασθε, μηδὲν βιωτικόν, μηδὲν ἀνθρώπινον, ἀλλ' ἀξίαν τὴν αἴτησιν τοῦ παρέχοντος ποιούμενοι. Ἐπιβαίνοντες τοίνυν τῶν θείων ἐκείνων ναμάτων καὶ τὸ σύμβολον τῆς ἀναστάσεως διὰ τῆς ἐκεῖθεν ἀνόδου ἐπιδεικνύμενοι, αἰτήσατε τὴν παρ' αὐτοῦ συμμαχίαν ὥστε πολλὴν ὑμᾶς τὴν φυλακὴν τῶν δεδωρημένων ὑμῖν ἐπιδείξασθαι, ὥστε ἀχειρώτους γενέσθαι ταῖς τοῦ πονηροῦ μηχαναῖς. Περὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν παρακαλέσατε, περὶ τῶν ἔτι πλανωμένων ἱκετεύσατε, περὶ τῶν ἐν ἁμαρτίαις ὄντων προσπέσετε ὥστε φειδοῦς τινος ἡμᾶς ἀξιωθῆναι. Ὁ γὰρ τοσαύτης ὑμῖν μεταδοὺς παρρησίας καὶ εἰς τοὺς πρώτους τῶν φίλων ἐγγράψας καὶ εἰς τὴν υἱοθεσίαν ἀναγαγών, τοὺς πρότερον αἰχμαλώτους καὶ δούλους καὶ ἀπαρρησιάστους, οὐκ ἀνανεύσει πρὸς τὰς ὑμετέρας αἰτήσεις ἀλλὰ πάντα ὑμῖν παρέξει, τὴν οἰκείαν ἀγαθότητα καὶ ἐν τούτῳ μιμούμενος.