Ancient Greek
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.4
Not analysed yet
Ἀλλ' ὅρα καὶ ἐνταῦθα τὸ μέγεθος τῆς φιλανθρωπίας. Δέον γὰρ τὸν οὕτως ἀγνώμονα περὶ τὰς προλαβούσας εὐεργεσίας γεγενημένον μηκέτι συγγνώμης τινὸς ἀξιῶσαι ἀλλ' ἔξω τῆς αὐτοῦ προνοίας τοῦτον καταστῆσαι· οὐ μόνον τοῦτο οὐκ ἐποίησεν ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἄτακτον ἔχων, ὑπὸ τῆς φυσικῆς φιλοστοργίας κινούμενος, οὐ πρὸς τὸ πλημμέλημα τὰς ἐπιτιμήσεις ἐπάγει οὐδ' αὖ πάλιν πάντη αὐτὸν ἀνίησιν ἀλλὰ σωφρονίζει μετρίως ὥστε μὴ εἰς πλείονα κακίαν ἐξοκεῖλαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεός, ἐπειδὴ πολλὴν ἐπεδείξατο τὴν παρακοήν, τῆς μὲν διαγωγῆς αὐτὸν ἐκείνης ἐξέβαλε, καταστέλλων δὲ αὐτοῦ λοιπὸν τὸ φρόνημα ὥστε μὴ ἐπιπλέον ἀποσκιρτῆσαι, πόνῳ καὶ ταλαιπωρίᾳ κατεδίκασε μονονουχὶ λέγων πρὸς αὐτόν·