Ancient Greek · ~3 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.10
Not analysed yet
Ἐκείνῳ μετὰ τὴν νίκην γέενναν ἠπείλησεν· ἐγὼ ἐὰν νικήσω στεφανοῦμαι· ἐκεῖνος ἐὰν νικήσῃ κολάζεται. Καὶ ἵνα γνῷς ὅτι τότε μᾶλλον τιμωρεῖται ὅταν κρατήσῃ, φέρε σοι δείξω ἐκ τῶν πραγμάτων. Ἐνίκησε τὸν Ἀδὰμ καὶ ὑπεσκέλισε. Τί οὖν τὸ ἔπαθλον τῆς νίκης; «Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Εἰ δὲ τὸν αἰσθητὸν ὄφιν οὕτως ἐκόλασε, ποίᾳ τιμωρίᾳ κολάσει τὸν νοητόν; Εἰ τοιαύτη καταδίκη τοῦ ὀργάνου, εὔδηλον ὅτι πολλῷ μείζων κόλασις μένει τὸν τεχνίτην. Καθάπερ γὰρ πατὴρ φιλόστοργος τὸν ἀποκτείναντα τὸν υἱὸν τὸν ἑαυτοῦ εὑρὼν οὐχὶ τὸν φονέα τιμωρεῖται μόνον ἀλλὰ καὶ τὴν μάχαιραν αὐτὴν κατακόπτει, οὕτω δὴ καὶ ὁ Χριστὸς εὑρὼν τὸν διάβολον ἀποκτείναντα τὸν ἄνθρωπον, οὐχὶ τὸν διάβολον μόνον ἐκόλασεν ἀλλὰ καὶ αὐτὴν τὴν μάχαιραν κατέκλασεν.