Ancient Greek · ~3 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.9
Not analysed yet
Ἐπὶ μὲν οὖν τῶν ὀλυμπιακῶν ἀγώνων ὁ βραβεύων μέσος ἕστηκε τῶν ἀγωνιζομένων, οὔτε τούτῳ οὔτε ἐκείνῳ προσκείμενος, ἀλλὰ ἀναμένων τὸ τέλος. Διὰ τοῦτο καὶ μέσος ἕστηκεν ἐπεὶ καὶ τῇ γνώμῃ μέσος ἐστίν. Ἐπὶ δὲ ἡμῶν καὶ τοῦ διαβόλου οὐ μέσος ἕστηκεν ὁ Χριστός, ἀλλ' ἡμῶν ὅλος ἐστί. Καὶ ὅτι οὐκ ἔστι μέσος ἀλλὰ μεθ' ἡμῶν ὅλος ἐστί, σκόπει ἐντεῦθεν. Ἡμᾶς εἰς τὸν ἀγῶνα εἰσιόντας ἤλειψεν, ἐκεῖνον ἔδησεν· ἡμᾶς ἤλειψεν ἔλαιον ἀγαλλιάσεως, ἐκεῖνον ἔδησε δεσμοῖς ἀλύτοις ἵνα συμποδίζηται πρὸς τὰ παλαίσματα. Ἐμοὶ κἂν ὑποσκελισθῆναι συμβῇ χεῖρα ὀρέγει καὶ πεσόντα ἀνίστησι καὶ πατεῖν αὐτὸν πάλιν ποιεῖ· «Πατεῖτε γάρ, φησίν, ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ.»