Ancient Greek · ~4 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.11
Not analysed yet
Οὐκοῦν θαρροῦντες ἀποδυσώμεθα πρὸς τὰ παλαίσματα· καὶ γὰρ ὅπλα ἡμῖν περιέβαλε χρυσίου παντὸς στιλπνότερα, ἀδάμαντος παντὸς ἰσχυρότερα, πυρὸς παντὸς θερμότερα καὶ σφοδρότερα, ἀέρος παντὸς κουφότερα. Οὐδὲ γὰρ βαρύνει τὰ γόνατα τῶν ὅπλων τούτων ἡ φύσις, ἀλλ' ἀναπτεροῖ τὰ μέλη, καὶ μετεωρίζει, κἂν εἰς τὸν οὐρανὸν ἀναπτῆναι βουληθῇς μετὰ τῶν ὅπλων τούτων, τὸ κωλῦον οὐδέν. Καινὴ γὰρ τῶν ὅπλων ἡ φύσις ἐπειδὴ καὶ καινὸς τῆς μάχης ταύτης ὁ τρόπος· ἄνθρωπος γὰρ ὢν δαίμοσι πυκτεύειν ἀναγκάζομαι, σάρκα περικείμενος πρὸς ἀσωμάτους δυνάμεις παλαίω. Διὰ τοῦτό μοι τὸν θώρακα οὐκ ἀπὸ σιδήρου ἀλλ' ἀπὸ δικαιοσύνης ἐποίησεν ὁ Θεός· διὰ τοῦτό μοι τὸν θυρεὸν οὐκ ἀπὸ χαλκοῦ ἀλλ' ἀπὸ πίστεως κατεσκεύασεν. Ἔχω καὶ μάχαιραν ἠκονημένην, τὸ τοῦ πνεύματος ῥῆμα. Ἐκεῖνος ἀφίησι βέλη κατ' ἐμοῦ, ἔχω μάχαιραν ἐγώ· ἐκεῖνος τοξότης ἐστίν, ἐγὼ ὁπλίτης εἰμί. Μάθε καὶ ἀπὸ τούτου τὴν διάνοιαν ἐκείνου· ὁ τοξότης ἐγγὺς ἐλθεῖν οὐ τολμᾷ ἀλλὰ πόρρωθεν βάλλει.