Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.12
Not analysed yet
Τί δαί; Ἆρα ὅπλα κατεσκεύασε μόνον; Οὐχί, ἀλλὰ καὶ τράπεζαν ἡτοίμασεν ὅπλου παντὸς δυνατωτέραν, ἵνα μὴ κάμνων πολεμῇς, ἵνα τρυφῶν περιγίνῃ τοῦ πονηροῦ. Ἂν γὰρ ἴδῃ σε μόνον ἀπὸ τῶν δείπνων ἐπανιόντα τῶν δεσποτικῶν, καθάπερ λέοντα ἰδών τις πῦρ ἀπὸ τοῦ στόματος ἀφιέντα, οὕτω φεύγει παντὸς ἀνέμου σφοδρότερον· κἂν δείξῃς αὐτῷ τὴν γλῶτταν ᾑμαγμένην τῷ αἵματι τῷ τιμίῳ, οὐδὲ στῆναι δυνήσεται· ἂν δείξῃς τὸ στόμα πεφοινιγμένον, καθάπερ θηρίον εὔτελες οὕτως ἐπὶ τὰ ὀπίσω δραμεῖται.