Ancient Greek · ~1 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.22
Not analysed yet
Καὶ οὐκ ἐν γωνίᾳ καὶ λάθρᾳ ἀλλ' ἐν μέσῳ τῆς οἰκουμένης ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου τὴν διάλυσιν ἐποιήσατο. Βλεπέτωσαν ἄγγελοι, φησίν, βλεπέτωσαν ἀρχάγγελοι, βλεπέτωσαν αἱ ἄνω δυνάμεις, βλεπέτωσαν καὶ οἱ πονηροὶ δαίμονες καὶ αὐτὸς ὁ διάβολος, οἱ ποιήσαντες ὑπευθύνους ἡμᾶς τῶν ὀφλημάτων ἐπὶ τῶν δανειστῶν· διαρρήγνυται τὸ χειρόγραφον ἵνα μὴ μετὰ ταῦτα ἡμῖν ἐπιπηδήσωσιν.