Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.23
Not analysed yet
Ἐπεὶ οὖν διερράγη τὸ πρότερον, σπουδάσωμεν ὅπως μὴ γένηται πάλιν ἄλλο χειρόγραφον· δεύτερος γὰρ σταυρὸς οὐκ ἔστιν, οὐ δευτέρα ἄφεσις διὰ λουτροῦ παλιγγενεσίας. Ἄφεσις μὲν γὰρ ἔστι, διὰ λουτροῦ δὲ οὐκ ἔστι δευτέρα ἄφεσις. Ἀλλὰ μὴ ῥᾳθυμώτεροι γενώμεθα, παρακαλῶ. Ἐξῆλθες ἐξ Αἰγύπτου, ὦ ἄνθρωπε, μηκέτι πάλιν Αἴγυπτον καὶ τὰ Αἰγύπτου ζήτει κακά· μηκέτι τοῦ πηλοῦ καὶ τῆς πλινθείας μέμνησο· πηλὸς γὰρ καὶ πλινθεία τὰ παρόντα τοῦ βίου πράγματα, ἐπεὶ καὶ αὐτὸ τὸ χρυσίον πρὶν ἢ γενέσθαι χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ.