Ancient Greek · ~1 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.24
Not analysed yet
Εἶδον θαύματα Ἰουδαῖοι· καὶ σὺ νῦν μείζονα ὄψει καὶ πολλῷ λαμπρότερα ἢ τότε ὅτε οἱ Ἰουδαῖοι ἐξῄεσαν ἐξ Αἰγύπτου. Οὐκ εἶδες τὸν Φαραὼ μετὰ τῶν ὅπλων ἀποπνιγόμενον, ἀλλ' εἶδες τὸν διάβολον μετὰ τῶν ὅπλων καταποντιζόμενον. Διέβησαν ἐκεῖνοι πέλαγος, διέβης σὺ θάνατον· ἀπηλλάγησαν Αἰγυπτίων ἐκεῖνοι, ἠλευθερώθης δαιμόνων σύ· δουλείαν ἀπέθεντο βαρβαρικὴν Ἰουδαῖοι, σὺ δὲ τὴν πολλῷ καλεπωτέραν τὴν τῆς ἁμαρτίας.