Ancient Greek · ~3 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.25
Not analysed yet
Βούλει καὶ ἑτέρωθεν μαθεῖν πῶς μειζόνων ἠξιώθης σύ; Ἰουδαῖοι τότε οὐκ ἠδυνήθησαν ἰδεῖν τὸ πρόσωπον Μωϋσέως δοξαζόμενον καὶ ταῦτα συνδούλου καὶ συγγενοῦς ὄντος· σὺ δὲ τὸ πρόσωπον εἶδες τοῦ Χριστοῦ ἐν τῇ δόξῃ αὐτοῦ. Καὶ βοᾷ Παῦλος λέγων· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα.» Εἶχον ἐκεῖνοι τὸν Χριστὸν ἑπόμενον τότε, ἀλλὰ πολλῷ μᾶλλον ἡμῖν νῦν ἕπεται. Ἐκείνοις μὲν γὰρ τότε ὁ Κύριος ἠκολούθει διὰ τὴν χάριν Μωϋσέως, ἡμῖν δὲ οὐ διὰ τὴν χάριν Μωϋσέως μόνον ἀλλὰ καὶ διὰ τὴν οἰκείαν ὑμῶν εὐπείθειαν. Ἐκείνοις μετὰ τὴν Αἴγυπτον ἔρημος, σοὶ δὲ μετὰ τὴν ἔξοδον οὐρανός. Εἶχον ἐκεῖνοι ἡγεμόνα καὶ στρατηγὸν ἄριστον Μωσέα, ἔχομεν καὶ ἡμεῖς ἄλλον Μωϋσῆν τὸν Θεὸν προηγούμενον ἡμῖν καὶ στρατηγοῦντα.