Ancient Greek · ~3 min
3.6 to 3.7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.6-7
Not analysed yet
«Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.» Εἶδες πόσαι τοῦ βαπτίσματος αἱ δωρεαί; Καίτοι γε πολλοῖς δοκεῖ ὅτι μόνον ἁμαρτημάτων ἄφεσιν ἔχει ἡ δωρεά, ἡμεῖς δὲ δέκα ἀπηριθμησάμεθα τιμάς. Διὰ τοῦτο γοῦν καὶ τὰ παιδία βαπτίζομεν καίπερ ἁμαρτίας οὐκ ἔχοντα ἵνα προστεθῇ ἁγιασμός, δικαιοσύνη, υἱοθεσία, κληρονομία, ἀδελφότης, τὸ μέλη εἶναι τοῦ Χριστοῦ, τὸ κατοικητήριον γενέσθαι τοῦ Πνεύματος. Ἀλλ' ὦ ποθεινότατοι ἀδελφοί, εἴ γε ἔξεστί μοι ἀδελφοὺς ὑμᾶς καλεῖν, τῶν μὲν γὰρ ὠδίνων ὑμῖν ἐκοινώνησα τῶν αὐτῶν, ἀλλὰ τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ τὴν συγγένειαν ἀπώλεσα τὴν ἀκριβῆ καὶ γνησίαν. Πλὴν δότε μοι καλέσαι ὑμᾶς ἀδελφοὺς διὰ τὴν πολλὴν ἀγάπην καὶ παρακαλέσαι ὑμᾶς ὥστε ὅσῳ πλείονος ἀπελαύσατε τῆς τιμῆς τοσούτῳ μείζονα ἐπιδείξασθαι τὴν σπουδήν.